Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 870 Aesch. Eum. 881 (English) >>Aesch. Eum. 916

881 Ἀθηνᾶ οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,
ὡς μήποτ’ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ
θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν
ἄτιμος ἔρρειν τοῦδ’ ἀπόξενος πέδου.
885ἀλλ’ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας,
γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,
σὺ δ’ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν,
οὔ τἂν δικαίως τῇδ’ ἐπιρρέποις πόλει
μῆνίν τιν’ κότον τιν’ βλάβην στρατῷ.
890ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς
εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.
Χορός ἄνασσ’ Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν;
Ἀθηνᾶ πάσης ἀπήμον’ οἰζύος· δέχου δὲ σύ.
Χορός καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει;
Ἀθηνᾶ
895ὡς μή τιν’ οἶκον εὐθενεῖν ἄνευ σέθεν.
Χορός σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;
Ἀθηνᾶ τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.
Χορός καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;
Ἀθηνᾶ ἔξεστι γάρ μοι μὴ λέγειν μὴ τελῶ.
Χορός
900θέλξειν μ’ ἔοικας καὶ μεθίσταμαι κότου.
Ἀθηνᾶ τοιγὰρ κατὰ χθόν’ οὖσ’ ἐπικτήσῃ φίλους.
Χορός τί οὖν μ’ ἄνωγας τῇδ’ ἐφυμνῆσαι χθονί;
Ἀθηνᾶ ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,
καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου
905ἐξ οὐρανοῦ τε· κἀνέμων ἀήματα
εὐηλίως πνέοντ’ ἐπιστείχειν χθόνα·
καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον
ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,
καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.
910τῶν εὐσεβούντων δ’ ἐκφορωτέρα πέλοις.
στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,
τὸ τῶν δικαίων τῶνδ’ ἀπένθητον γένος.

τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δ’ ἐγὼ
πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ
915τήνδ’ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.



Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 870 Aesch. Eum. 881 (English) >>Aesch. Eum. 916

Powered by PhiloLogic