Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 837 Aesch. Eum. 848 (English) >>Aesch. Eum. 870

848 Ἀθηνᾶ ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ.
καὶ τῷ μὲν <εἶ> σὺ κάρτ’ ἐμοῦ σοφωτέρα·
850φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.
ὑμεῖς δ’ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
γῆς τῆσδ’ ἐρασθήσεσθε· προυννέπω τάδε.
οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
855ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως
τεύξῃ παρ’ ἀνδρῶν καὶ γυναικείων στόλων,
ὅσων παρ’ ἄλλων οὔποτ’ ἂν σχέθοις βροτῶν.
σὺ δ’ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
μήθ’ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας
860νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,
μήτ’, ἐξελοῦσ’ ὡς καρδίαν ἀλεκτόρων,
ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
865ἐν τις ἔσται δεινὸς εὐκλείας ἔρως·
ἐνοικίου δ’ ὄρνιθος οὐ λέγω μάχην

τοιαῦθ’ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην
χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.



Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 837 Aesch. Eum. 848 (English) >>Aesch. Eum. 870

Powered by PhiloLogic