Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 674 Aesch. Eum. 711 (English) >>Aesch. Eum. 744

711 Χορός καὶ μὴν βαρεῖαν τήνδ’ ὁμιλίαν χθονὸς
ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.
Ἀπόλλων κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς
ταρβεῖν κελεύω μηδ’ ἀκαρπώτους κτίσαι.
Χορός
715ἀλλ’ αἱματηρὰ πράγματ’ οὐ λαχὼν σέβεις,
μαντεῖα δ’ οὐκέθ’ ἁγνὰ μαντεύσῃ νέμων.
Ἀπόλλων καὶ πατήρ τι σφάλλεται βουλευμάτων
πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;
Χορός λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης
720βαρεῖα χώρᾳ τῇδ’ ὁμιλήσω πάλιν.
Ἀπόλλων ἀλλ’ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις
θεοῖς ἄτιμος εἶ σύ· νικήσω δ’ ἐγώ.
Χορός τοιαῦτ’ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·
Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.
Ἀπόλλων
725οὔκουν δίκαιον τὸν σέβοντ’ εὐεργετεῖν,
ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;
Χορός σύ τοι παλαιὰς διανομὰς καταφθίσας
οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.
Ἀπόλλων σύ τοι τάχ’ οὐκ ἔχουσα τῆς δίκης τέλος
730ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.
Χορός ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,
δίκης γενέσθαι τῆσδ’ ἐπήκοος μένω,
ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.
Ἀθηνᾶ ἐμὸν τόδ’ ἔργον, λοισθίαν κρῖναι δίκην.
735ψῆφον δ’ Ὀρέστῃ τήνδ’ ἐγὼ προσθήσομαι.
μήτηρ γὰρ οὔτις ἐστὶν μ’ ἐγείνατο,
τὸ δ’ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
ἅπαντι θυμῷ, κάρτα δ’ εἰμὶ τοῦ πατρός.
οὕτω γυναικὸς οὐ προτιμήσω μόρον
740ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.
νικᾷ δ’ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.

ἐκβάλλεθ’ ὡς τάχιστα τευχέων πάλους,
ὅσοις δικαστῶν τοῦτ’ ἐπέσταλται τέλος.



Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 674 Aesch. Eum. 711 (English) >>Aesch. Eum. 744

Powered by PhiloLogic