Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 607 Aesch. Eum. 640 (English) >>Aesch. Eum. 674

Χορός 640πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ·
αὐτὸς δ’ ἔδησε πατέρα πρεσβύτην Κρόνον.
πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;
ὑμᾶς δ’ ἀκούειν ταῦτ’ ἐγὼ μαρτύρομαι.
Ἀπόλλων παντομισῆ κνώδαλα, στύγη θεῶν,
645πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδ’ ἄκος
καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος·
ἀνδρὸς δ’ ἐπειδὰν αἷμ’ ἀνασπάσῃ κόνις
ἅπαξ θανόντος, οὔτις ἔστ’ ἀνάστασις.
τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ
650οὑμός, τὰ δ’ ἄλλα πάντ’ ἄνω τε καὶ κάτω
στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.
Χορός πῶς γὰρ τὸ φεύγειν τοῦδ’ ὑπερδικεῖς ὅρα·
τὸ μητρὸς αἷμ’ ὅμαιμον ἐκχέας πέδοι
ἔπειτ’ ἐν Ἄργει δώματ’ οἰκήσει πατρός;
655ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;
ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;
Ἀπόλλων καὶ τοῦτο λέξω, καὶ μάθ’ ὡς ὀρθῶς ἐρῶ.
οὔκ ἔστι μήτηρ κεκλημένου τέκνου
τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.
660τίκτει δ’ θρῴσκων, δ’ ἅπερ ξένῳ ξένη
ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.
τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου.
πατὴρ μὲν ἂν γένοιτ’ ἄνευ μητρός· πέλας
μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,
665οὐδ’ ἐν σκότοισι νηδύος τεθραμμένη,
ἀλλ’ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.

ἐγὼ δέ, Παλλάς, τἄλλα θ’ ὡς ἐπίσταμαι,
τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,
καὶ τόνδ’ ἔπεμψα σῶν δόμων ἐφέστιον,
670ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου
καὶ τόνδ’ ἐπικτήσαιο σύμμαχον, θεά,
καὶ τοὺς ἔπειτα, καὶ τάδ’ αἰανῶς μένοι
στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.



Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 607 Aesch. Eum. 640 (English) >>Aesch. Eum. 674

Powered by PhiloLogic