Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 566 Aesch. Eum. 607 (English) >>Aesch. Eum. 640

607 Χορός πῶς γάρ σ’ ἔθρεψ’ ἂν ἐντός, μιαιφόνε,
ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον;
Ὀρέστης ἤδη σὺ μαρτύρησον· ἐξηγοῦ δέ μοι,
610Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.
δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα.
ἀλλ’ εἰ δίκαιον εἴτε μὴ τῇ σῇ φρενὶ
δοκεῖ τόδ’ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.
Ἀπόλλων λέξω πρὸς ὑμᾶς τόνδ’ Ἀθηναίας μέγαν
615θεσμὸν δικαίως,—μάντις ὢν δ’ οὐ ψεύσομαι.
οὐπώποτ’ εἶπον μαντικοῖσιν ἐν θρόνοις,
οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,
μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.

τὸ μὲν δίκαιον τοῦθ’ ὅσον σθένει μαθεῖν,
620βουλῇ πιφαύσκω δ’ ὔμμ’ ἐπισπέσθαι πατρός·
ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.
Χορός Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,
φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον
πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;
Ἀπόλλων
625οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν
διοσδότοις σκήπτροισι τιμαλφούμενον,
καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις
τόξοις ἑκηβόλοισιν, ὥστ’ Ἀμαζόνος,
ἀλλ’ ὡς ἀκούσῃ, Παλλὰς οἵ τ’ ἐφήμενοι
630ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.

ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα
τὰ πλεῖστ’ ἄμεινον εὔφροσιν δεδεγμένη,
δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι
φᾶρος περεσκήνωσεν †, ἐν δ’ ἀτέρμονι
635κόπτει πεδήσασ’ ἄνδρα δαιδάλῳ πέπλῳ.

ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος
τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.
ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,
ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.



Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 566 Aesch. Eum. 607 (English) >>Aesch. Eum. 640

Powered by PhiloLogic