Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 436 Aesch. Eum. 470 (English) >>Aesch. Eum. 490

Ἀθηνᾶ 470τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε
βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις
φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·
ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς
ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις·
475οὕτως δ’ ἄμομφον ὄντα σ’ αἰδοῦμαι πόλει.
αὗται δ’ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων
πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.
480

τοιαῦτα μὲν τάδ’ ἐστίν· ἀμφότερα, μένειν
πέμπειν τε δυσπήμαντ’ ἀμηχάνως ἐμοί.
ἐπεὶ δὲ πρᾶγμα δεῦρ’ ἐπέσκηψεν τόδε,
φόνων δικαστὰς ὁρκίους αἱρουμένη
θεσμὸν τὸν εἰς ἅπαντ’ ἐγὼ θήσω χρόνον.
485ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
καλεῖσθ’, ἀρωγὰ τῆς δίκης ὁρκώματα·
κρίνασα δ’ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ’ ἐτητύμως,
ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.



Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 436 Aesch. Eum. 470 (English) >>Aesch. Eum. 490

Powered by PhiloLogic