Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 389 Aesch. Eum. 397 (English) >>Aesch. Eum. 436

397 Ἀθηνᾶ πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,
ἣν δῆτ’ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
400τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,
ἐξαίρετον δώρημα Θησέως τόκοις·
ἔνθεν διώκουσ’ ἦλθον ἄτρυτον πόδα,
πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.
405πώλοις ἀκμαίοις τόνδ’ ἐπιζεύξασ’ ὄχον
καινὴν δ’ ὁρῶσα τήνδ’ ὁμιλίαν χθονὸς
ταρβῶ μὲν οὐδέν, θαῦμα δ’ ὄμμασιν πάρα.
τίνες ποτ’ ἐστέ; πᾶσι δ’ ἐς κοινὸν λέγω·
βρέτας τε τοὐμὸν τῷδ’ ἐφημένῳ ξένῳ,
410ὑμᾶς θ’ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
οὔτ’ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
οὔτ’ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.
λέγειν δ’ ἄμομφον ὄντα τοὺς πέλας κακῶς
πρόσω δικαίων ἠδ’ ἀποστατεῖ θέμις.
Χορός
415πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.
ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.
Ἀραὶ δ’ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
Ἀθηνᾶ γένος μὲν οἶδα κληδόνας τ’ ἐπωνύμους.
Χορός τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.
Ἀθηνᾶ
420μάθοιμ’ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
Χορός βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.
Ἀθηνᾶ καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;
Χορός ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
Ἀθηνᾶ καὶ τοιαύτας τῷδ’ ἐπιρροιζεῖς φυγάς;
Χορός
425φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
Ἀθηνᾶ ἄλλαις ἀνάγκαις, τινος τρέων κότον;
Χορός ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
Ἀθηνᾶ δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.
Χορός ἀλλ’ ὅρκον οὐ δέξαιτ’ ἄν, οὐ δοῦναι θέλοι.
Ἀθηνᾶ
430κλύειν δίκαιος μᾶλλον πρᾶξαι θέλεις.
Χορός πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.
Ἀθηνᾶ ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
Χορός ἀλλ’ ἐξέλεγχε, κρῖνε δ’ εὐθεῖαν δίκην.
Ἀθηνᾶ κἀπ’ ἐμοὶ τρέποιτ’ ἂν αἰτίας τέλος;
Χορός
435πῶς δ’ οὔ; σέβουσαί γ’ ἀξίαν κἀπ’ ἀξίων.


Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 389 Aesch. Eum. 397 (English) >>Aesch. Eum. 436

Powered by PhiloLogic