Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 1 Aesch. Eum. 34 (English) >>Aesch. Eum. 64

34 δεινὰ λέξαι, δεινὰ δ’ ὀφθαλμοῖς δρακεῖν,
35πάλιν μ’ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
ὡς μήτε σωκεῖν μήτε μ’ ἀκταίνειν βάσιν,
τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν·
δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.

ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·
40ὁρῶ δ’ ἐπ’ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ
ἕδραν ἔχοντα προστρόπαιον, αἵματι
στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
ἔχοντ’ ἐλαίας θ’ ὑψιγέννητον κλάδον,
λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
45ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.

πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος
εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
οὐδ’ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
50εἶδόν ποτ’ ἤδη Φινέως γεγραμμένας
δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν
αὗται, μέλαιναι δ’ ἐς τὸ πᾶν βδελύκτροποι·
ῥέγκουσι δ’ οὐ πλατοῖσι φυσιάμασιν·
ἐκ δ’ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·
55καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
φέρειν δίκαιος οὔτ’ ἐς ἀνθρώπων στέγας.
τὸ φῦλον οὐκ ὄπωπα τῆσδ’ ὁμιλίας
οὐδ’ ἥτις αἶα τοῦτ’ ἐπεύχεται γένος
τρέφουσ’ ἀνατεὶ μὴ μεταστένειν πόνον.
60

τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων
αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
ἰατρόμαντις δ’ ἐστὶ καὶ τερασκόπος
καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.



Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 1 Aesch. Eum. 34 (English) >>Aesch. Eum. 64

Powered by PhiloLogic