Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 254 Aesch. Eum. 276 (English) >>Aesch. Eum. 299

276 Ὀρέστης ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
σιγᾶν θ’ ὁμοίως· ἐν δὲ τῷδε πράγματι
φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου.
280βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,
μητροκτόνον μίασμα δ’ ἔκπλυτον πέλει·
ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
πολὺς δέ μοι γένοιτ’ ἂν ἐξ ἀρχῆς λόγος,
285ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.
χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.

καὶ νῦν ἀφ’ ἁγνοῦ στόματος εὐφήμως καλῶ
χώρας ἄνασσαν τῆσδ’ Ἀθηναίαν ἐμοὶ
μολεῖν ἀρωγόν· κτήσεται δ’ ἄνευ δορὸς
290αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν
πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
ἀλλ’ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,
Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,
τίθησιν ὀρθὸν κατηρεφῆ πόδα,
295φίλοις ἀρήγουσ’, εἴτε Φλεγραίαν πλάκα
θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,
ἔλθοικλύει δὲ καὶ πρόσωθεν ὢν θεός
ὅπως γένοιτο τῶνδ’ ἐμοὶ λυτήριος.



Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 254 Aesch. Eum. 276 (English) >>Aesch. Eum. 299

Powered by PhiloLogic