Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 213 Aesch. Eum. 254 (English) >>Aesch. Eum. 276

254 Χορός ὅρα ὅρα μάλ’ αὖ,
255λεύσσετε πάντα, μὴ
λάθῃ φύγδα βὰς
ματροφόνος ἀτίτας.
δ’ αὖτέ γ’ οὖν ἀλκὰν ἔχων
περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
260ὑπόδικος θέλει γενέσθαι χρεῶν.
τὸ δ’ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ
δυσαγκόμιστον, παπαῖ,
τὸ διερὸν πέδοι χύμενον οἴχεται.
ἀλλ’ ἀντιδοῦναι δεῖ σ’ ἀπὸ ζῶντος ῥοφεῖν
265ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ
φεροίμαν βοσκὰν πώματος δυσπότου·
καὶ ζῶντά σ’ ἰσχνάνασ’ ἀπάξομαι κάτω,
ἀντίποιν’ ὡς τίνῃς ματροφόνου δύας.
ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν
270 θεὸν ξένον
τιν’ ἀσεβῶν τοκέας φίλους,
ἔχονθ’ ἕκαστον τῆς δίκης ἐπάξια.
μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν
ἔνερθε χθονός,
275δελτογράφῳ δὲ πάντ’ ἐπωπᾷ φρενί.


Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
<<Aesch. Eum. 213 Aesch. Eum. 254 (English) >>Aesch. Eum. 276

Powered by PhiloLogic