Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 875 Aesch. Cho. 900 (English) >>Aesch. Cho. 935

Πυλάδης 900ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα
τὰ πυθόχρηστα, πιστὰ δ’ εὐορκώματα;
ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
Ὀρέστης κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
905καὶ ζῶντα γάρ νιν κρείσσον’ ἡγήσω πατρός·
τούτῳ θανοῦσα ξυγκάθευδ’, ἐπεὶ φιλεῖς
τὸν ἄνδρα τοῦτον, ὃν δ’ ἐχρῆν φιλεῖν στυγεῖς.
Κλυταιμήστρα ἐγώ σ’ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
Ὀρέστης πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
Κλυταιμήστρα
910 Μοῖρα τούτων, τέκνον, παραιτία.
Ὀρέστης καὶ τόνδε τοίνυν Μοῖρ’ ἐπόρσυνεν μόρον.
Κλυταιμήστρα οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;
Ὀρέστης τεκοῦσα γάρ μ’ ἔρριψας ἐς τὸ δυστυχές.
Κλυταιμήστρα οὔτοι σ’ ἀπέρριψ’ εἰς δόμους δορυξένους.
Ὀρέστης
915αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.
Κλυταιμήστρα ποῦ δῆθ’ τῖμος, ὅντιν’ ἀντεδεξάμην;
Ὀρέστης αἰσχύνομαί σοι τοῦτ’ ὀνειδίσαι σαφῶς.
Κλυταιμήστρα μὴ ἀλλ’ εἴφ’ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
Ὀρέστης μὴ ’λεγχε τὸν πονοῦντ’ ἔσω καθημένη.
Κλυταιμήστρα
920ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
Ὀρέστης τρέφει δέ γ’ ἀνδρὸς μόχθος ἡμένας ἔσω.
Κλυταιμήστρα κτενεῖν ἔοικας, τέκνον, τὴν μητέρα.
Ὀρέστης σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
Κλυταιμήστρα ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
Ὀρέστης
925τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
Κλυταιμήστρα ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
Ὀρέστης πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.
Κλυταιμήστρα οἲ ’γὼ τεκοῦσα τόνδ’ ὄφιν ἐθρεψάμην.
Ὀρέστης κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
930ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
Χορός στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
τλήμων Ὀρέστης, τοῦθ’ ὅμως αἱρούμεθα,
ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.


Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 875 Aesch. Cho. 900 (English) >>Aesch. Cho. 935

Powered by PhiloLogic