Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 869 Aesch. Cho. 875 (English) >>Aesch. Cho. 900

Οἰκέτης 875οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου·
οἴμοι μάλ’ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
Αἴγισθος οὐκέτ’ ἔστιν. ἀλλ’ ἀνοίξατε
ὅπως τάχιστα, καὶ γυναικείους πύλας
μοχλοῖς χαλᾶτε· καὶ μάλ’ ἡβῶντος δὲ δεῖ,
880οὐχ ὡς δ’ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ;
ἰοὺ ἰού.
κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην
ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;
ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας
αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
Κλυταιμήστρα
885τί δ’ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
Οἰκέτης τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
Κλυταιμήστρα οἲ ’γώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
δόλοις ὀλούμεθ’, ὥσπερ οὖν ἐκτείναμεν.
δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·
890εἰδῶμεν εἰ νικῶμεν, νικώμεθα·
ἐνταῦθα γὰρ δὴ τοῦδ’ ἀφικόμην κακοῦ.
Ὀρέστης σὲ καὶ ματεύω· τῷδε δ’ ἀρκούντως ἔχει.
Κλυταιμήστρα οἲ ’γώ. τέθνηκας, φίλτατ’ Αἰγίσθου βία.
Ὀρέστης φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
895κείσῃ· θανόντα δ’ οὔτι μὴ προδῷς ποτε.
Κλυταιμήστρα ἐπίσχες, παῖ, τόνδε δ’ αἴδεσαι, τέκνον,
μαστόν, πρὸς σὺ πολλὰ δὴ βρίζων ἅμα
οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
Ὀρέστης Πυλάδη τί δράσω; μητέρ’ αἰδεσθῶ κτανεῖν;


Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 869 Aesch. Cho. 875 (English) >>Aesch. Cho. 900

Powered by PhiloLogic