Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 75 Aesch. Cho. 84 (English) >>Aesch. Cho. 106

84 Ἠλέκτρα δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
85ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·
τί φῶ χέουσα τάσδε κηδείους χοάς;
πῶς εὔφρον’ εἴπω, πῶς κατεύξομαι πατρί;
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
90γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;
τῶνδ’ οὐ πάρεστι θάρσος, οὐδ’ ἔχω τί φῶ,
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
ἔσθλ’ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
95στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;

σῖγ’ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
πατήρ, τάδ’ ἐκχέασα, γάποτον χύσιν,
στείχω καθάρμαθ’ ὥς τις ἐκπέμψας πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
100

τῆσδ’ ἐστὲ βουλῆς, φίλαι, μεταίτιαι·
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
μὴ κεύθετ’ ἔνδον καρδίας φόβῳ τινός.
τὸ μόρσιμον γὰρ τόν τ’ ἐλεύθερον μένει
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
105λέγοις ἄν, εἴ τι τῶνδ’ ἔχοις ὑπέρτερον.



Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 75 Aesch. Cho. 84 (English) >>Aesch. Cho. 106

Powered by PhiloLogic