Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 831 Aesch. Cho. 838 (English) >>Aesch. Cho. 855

838 Αἴγισθος ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ’ ὑπάγγελος·
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
μόρον δ’ Ὀρέστου. καὶ τόδ’ ἀμφέρειν δόμοις
γένοιτ’ ἂν ἄχθος δειματοσταγὲς φόνῳ
τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
πῶς ταῦτ’ ἀληθῆ καὶ βλέποντα δοξάσω;
845 πρὸς γυναικῶν δειματούμενοι λόγοι
πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
τί τῶνδ’ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
Χορός ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
850ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.
Αἴγισθος ἰδεῖν ἐλέγξαι τ’ αὖ θέλω τὸν ἄγγελον,
εἴτ’ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
εἴτ’ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
οὔτοι φρέν’ ἂν κλέψειεν ὠμματωμένην.


Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 831 Aesch. Cho. 838 (English) >>Aesch. Cho. 855

Powered by PhiloLogic