Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 653 Aesch. Cho. 691 (English) >>Aesch. Cho. 719

691 Κλυταιμήστρα οἲ ’γώ, κατ’ ἄκρας εἶπας ὡς πορθούμεθα.
δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
ὡς πόλλ’ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα
τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,
695φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.
καὶ νῦν Ὀρέστηςἦν γὰρ εὐβούλως ἔχων,
ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—
νῦν δ’ ἥπερ ἐν δόμοισι βακχείας καλῆς
ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.
Ὀρέστης
700ἐγὼ μὲν οὖν ξένοισιν ὧδ’ εὐδαίμοσιν
κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ
ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
πρὸς δυσσεβείας <δ’> ἦν ἐμοὶ τόδ’ ἐν φρεσίν,
705τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
καταινέσαντα καὶ κατεξενωμένον.
Κλυταιμήστρα οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,
οὐδ’ ἧσσον ἂν γένοιο δώμασιν φίλος.
ἄλλος δ’ ὁμοίως ἦλθεν ἂν τάδ’ ἀγγελῶν.
710ἀλλ’ ἔσθ’ καιρὸς ἡμερεύοντας ξένους
μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.
ἄγ’ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,
ὀπισθόπους τε τούσδε καὶ ξυνέμπορον·
κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.
715αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε.
ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων
κοινώσομέν τε κοὐ σπανίζοντες φίλων
βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.


Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 653 Aesch. Cho. 691 (English) >>Aesch. Cho. 719

Powered by PhiloLogic