Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 646 Aesch. Cho. 653 (English) >>Aesch. Cho. 691

653 Ὀρέστης παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
τίς ἔνδον, παῖ, παῖ, μάλ’ αὖθις, ἐν δόμοις;
655τρίτον τόδ’ ἐκπέραμα δωμάτων καλῶ,
εἴπερ φιλόξεν’ ἐστὶν Αἰγίσθου διαί.
Οἰκέτης εἶεν, ἀκούω· ποδαπὸς ξένος; πόθεν;
Ὀρέστης ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
660τάχυνε δ’, ὡς καὶ νυκτὸς ἅρμ’ ἐπείγεται
σκοτεινόν, ὥρα δ’ ἐμπόρους καθιέναι
ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
ἐξελθέτω τις δωμάτων τελεσφόρος
γυνὴ τόπαρχος, ἄνδρα δ’ εὐπρεπέστερον·
665αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους
λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
Κλυταιμήστρα ξένοι, λέγοιτ’ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
ὁποῖά περ δόμοισι τοῖσδ’ ἐπεικότα,
670καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία
στρωμνή, δικαίων τ’ ὀμμάτων παρουσία.
εἰ δ’ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
ἀνδρῶν τόδ’ ἐστὶν ἔργον, οἷς κοινώσομεν
Ὀρέστης ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
675στείχοντα δ’ αὐτόφορτον οἰκείᾳ σαγῇ
εἰς Ἄργος, ὥσπερ δεῦρ’ ἀπεζύγην πόδα,
ἀγνὼς πρὸς ἀγνῶτ’ εἶπε συμβαλὼν ἀνήρ,
ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
Στροφίος Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ
680ἐπείπερ ἄλλως, ξέν’, εἰς Ἄργος κίεις,
πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
τεθνεῶτ’ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
εἴτ’ οὖν κομίζειν δόξα νικήσει φίλων,
εἴτ’ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
685θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.”
τοσαῦτ’ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
690οὐκ οἶδα, τὸν τεκόντα δ’ εἰκὸς εἰδέναι.


Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 646 Aesch. Cho. 653 (English) >>Aesch. Cho. 691

Powered by PhiloLogic