Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 510 Aesch. Cho. 540 (English) >>Aesch. Cho. 585

Ὀρέστης 540ἀλλ’ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
τοὔνειρον εἶναι τοῦτ’ ἐμοὶ τελεσφόρον.
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,
545καὶ μαστὸν ἀμφέχασκ’ ἐμὸν θρεπτήριον,
θρόμβῳ δ’ ἔμειξεν αἵματος φίλον γάλα,
δ’ ἀμφὶ τάρβει τῷδ’ ἐπῴμωξεν πάθει,
δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δ’ ἐγὼ
550κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
Χορός τερασκόπον δὴ τῶνδέ σ’ αἱροῦμαι πέρι.
γένοιτο δ’ οὕτως. τἄλλα δ’ ἐξηγοῦ φίλοις,
τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
Ὀρέστης ἁπλοῦς μῦθος· τήνδε μὲν στείχειν ἔσω,
555αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον
δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ
θανόντες, καὶ Λοξίας ἐφήμισεν,
ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
560

ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,
ἥξω σὺν ἀνδρὶ τῷδ’ ἐφ’ ἑρκείους πύλας
Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,
γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
565καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
δέξαιτ’, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·
μενοῦμεν οὕτως ὥστ’ ἐπεικάζειν τινὰ
δόμους παραστείχοντα καὶ τάδ’ ἐννέπειν·
τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται
570Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;”

εἰ δ’ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν
κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα
ἀρεῖ, σάφ’ ἴσθι, καὶ κατ’ ὀφθαλμοὺς βαλεῖ,
575πρὶν αὐτὸν εἰπεῖνποδαπὸς ξένος;” νεκρὸν
θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
φόνου δ’ Ἐρινὺς οὐχ ὑπεσπανισμένη
ἄκρατον αἷμα πίεται τρίτην πόσιν.

νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,
580ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε·
ὑμῖν δ’ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
τὰ δ’ ἄλλα τούτῳ δεῦρ’ ἐποπτεῦσαι λέγω,
ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.



Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 510 Aesch. Cho. 540 (English) >>Aesch. Cho. 585

Powered by PhiloLogic