Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 479 Aesch. Cho. 510 (English) >>Aesch. Cho. 540

Χορός 510καὶ μὴν ἀμεμφῆ τόνδ’ ἐτείνατον λόγον,
τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
τὰ δ’ ἄλλ’, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.
Ὀρέστης ἔσται· πυθέσθαι δ’ οὐδέν ἐστ’ ἔξω δρόμου,
515πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
μεθύστερον τιμῶσ’ ἀνήκεστον πάθος;
θανόντι δ’ οὐ φρονοῦντι δειλαία χάρις
ἐπέμπετ’· οὐκ ἔχοιμ’ ἂν εἰκάσαι τόδε.
τὰ δῶρα μείω δ’ ἐστὶ τῆς ἁμαρτίας.
520τὰ πάντα γάρ τις ἐκχέας ἀνθ’ αἵματος
ἑνός, μάτην μόχθος· ὧδ’ ἔχει λόγος.
θέλοντι δ’, εἴπερ οἶσθ’, ἐμοὶ φράσον τάδε.
Χορός οἶδ’, τέκνον, παρῆ γάρ· ἔκ τ’ ὀνειράτων
καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
525χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
Ὀρέστης καὶ πέπυσθε τοὔναρ, ὥστ’ ὀρθῶς φράσαι;
Χορός τεκεῖν δράκοντ’ ἔδοξεν, ὡς αὐτὴ λέγει.
Ὀρέστης καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
Χορός ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
Ὀρέστης
530τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;
Χορός αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.
Ὀρέστης καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
Χορός ὥστ’ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
Ὀρέστης οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.
Χορός
535 δ’ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.
πολλοὶ δ’ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·
πέμπει τ’ ἔπειτα τάσδε κηδείους χοάς,
ἄκος τομαῖον ἐλπίσασα πημάτων.


Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 479 Aesch. Cho. 510 (English) >>Aesch. Cho. 540

Powered by PhiloLogic