Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 225 Aesch. Cho. 264 (English) >>Aesch. Cho. 306

264 Χορός παῖδες, σωτῆρες ἑστίας πατρός,
265σιγᾶθ’, ὅπως μὴ πεύσεταί τις, τέκνα,
γλώσσης χάριν δὲ πάντ’ ἀπαγγείλῃ τάδε
πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμ’ ἐγώ ποτε
θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
Ὀρέστης οὔτοι προδώσει Λοξίου μεγασθενὴς
270χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
ἄτας ὑφ’ ἧπαρ θερμὸν ἐξαυδώμενος,
εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·
τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
275ἀποχρημάτοισι ζημίαις ταυρούμενον·
αὐτὸν δ’ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
τείσειν μ’ ἔχοντα πολλὰ δυστερπῆ κακά.
τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
βροτοῖς πιφαύσκων εἶπε, τὰς δ’ αἰνῶν νόσους,
280σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις
λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·
λευκὰς δὲ κόρσας τῇδ’ ἐπαντέλλειν νόσῳ·
ἄλλας τ’ ἐφώνει προσβολάς Ἐρινύων
ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·
285τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ’ ὀφρὺν
κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως
290χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
βωμῶν τ’ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
μῆνιν· δέχεσθαι <δ’> οὔτε συλλύειν τινά.
295πάντων δ’ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ
κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.

τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
κεἰ μὴ πέποιθα, τοὔργον ἔστ’ ἐργαστέον.
πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,
300θεοῦ τ’ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,
καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,
τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
δυοῖν γυναικοῖν ὧδ’ ὑπηκόους πέλειν.
305θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχ’ εἴσεται.



Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 225 Aesch. Cho. 264 (English) >>Aesch. Cho. 306

Powered by PhiloLogic