Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 195 Aesch. Cho. 225 (English) >>Aesch. Cho. 264

Ὀρέστης 225αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·
κουρὰν δ’ ἰδοῦσα τήνδε κηδείου τριχὸς
228ἰχνοσκοποῦσά τ’ ἐν στίβοισι τοῖς ἐμοῖς
227ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.
230σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς
229σαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ.
231ἰδοῦ δ’ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,
σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν.
ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ’κπλαγῇς φρένας·
τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.
Ἠλέκτρα
235 φίλτατον μέλημα δώμασιν πατρός,
δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
ἀλκῇ πεποιθὼς δῶμ’ ἀνακτήσῃ πατρός.
τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
ἐμοί· προσαυδᾶν δ’ ἐστ’ ἀναγκαίως ἔχον
240πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει
στέργηθρον· δὲ πανδίκως ἐχθαίρεται·
καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·
πιστὸς δ’ ἀδελφὸς ἦσθ’, ἐμοὶ σέβας φέρων
μόνος· Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
245πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.
Ὀρέστης Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·
ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,
θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν
δεινῆς ἐχίδνης. τοὺς δ’ ἀπωρφανισμένους
250νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς
θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
οὕτω δὲ κἀμὲ τήνδε τ’, Ἠλέκτραν λέγω,
ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
255καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα
πατρὸς νεοσσοὺς τούσδ’ ἀποφθείρας πόθεν
ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
οὔτ’ αἰετοῦ γένεθλ’ ἀποφθείρας, πάλιν
πέμπειν ἔχοις ἂν σήματ’ εὐπιθῆ βροτοῖς·
260οὔτ’ ἀρχικός σοι πᾶς ὅδ’ αὐανθεὶς πυθμὴν
βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
κόμιζ’, ἀπὸ σμικροῦ δ’ ἂν ἄρειας μέγαν
δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.


Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 195 Aesch. Cho. 225 (English) >>Aesch. Cho. 264

Powered by PhiloLogic