Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 152 Aesch. Cho. 164 (English) >>Aesch. Cho. 195

164 Ἠλέκτρα ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·
165νέου δὲ μύθου τοῦδε κοινωνήσατε·
Χορός λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ.
Ἠλέκτρα ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
Χορός τίνος ποτ’ ἀνδρός, βαθυζώνου κόρης;
Ἠλέκτρα
170εὐξύμβολον τόδ’ ἐστὶ παντὶ δοξάσαι.
Χορός πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.
Ἠλέκτρα οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.
Χορός ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
Ἠλέκτρα καὶ μὴν ὅδ’ ἐστὶ κάρτ’ ἰδεῖν ὁμόπτερος
Χορός
175ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.
Ἠλέκτρα αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.
Χορός μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;
Ἠλέκτρα μάλιστ’ ἐκείνου βοστρύχοις προσείδεται.
Χορός καὶ πῶς ἐκεῖνος δεῦρ’ ἐτόλμησεν μολεῖν;
Ἠλέκτρα
180ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.
Χορός οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,
εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.
Ἠλέκτρα κἀμοὶ προσέστη καρδίας κλυδώνιον
χολῆς, ἐπαίσθην δ’ ὡς διανταίῳ βέλει·
185ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι
σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,
πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω
ἀστῶν τιν’ ἄλλον τῆσδε δεσπόζειν φόβης;
ἀλλ’ οὐδὲ μήν νιν κτανοῦσ’ ἐκείρατο,
190ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον
φρόνημα παισὶ δύσθεον πεπαμένη.
ἐγὼ δ’ ὅπως μὲν ἄντικρυς τάδ’ αἰνέσω,
εἶναι τόδ’ ἀγλάισμά μοι τοῦ φιλτάτου
βροτῶν Ὀρέστουσαίνομαι δ’ ὑπ’ ἐλπίδος.


Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 152 Aesch. Cho. 164 (English) >>Aesch. Cho. 195

Powered by PhiloLogic