Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 84 Aesch. Cho. 106 (English) >>Aesch. Cho. 152

106 Χορός αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
Ἠλέκτρα λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
Χορός φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.
Ἠλέκτρα
110τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
Χορός πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
Ἠλέκτρα ἐμοί τε καὶ σοί τἄρ’ ἐπεύξομαι τάδε;
Χορός αὐτὴ σὺ ταῦτα μανθάνουσ’ ἤδη φράσαι.
Ἠλέκτρα τίν’ οὖν ἔτ’ ἄλλον τῇδε προστιθῶ στάσει;
Χορός
115μέμνησ’ Ὀρέστου, κεἰ θυραῖός ἐσθ’ ὅμως.
Ἠλέκτρα εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
Χορός τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη
Ἠλέκτρα τί φῶ; δίδασκ’ ἄπειρον ἐξηγουμένη.
Χορός ἐλθεῖν τιν’ αὐτοῖς δαίμον’ βροτῶν τινα
Ἠλέκτρα
120πότερα δικαστὴν δικηφόρον λέγεις;
Χορός ἁπλῶς τι φράζουσ’, ὅστις ἀνταποκτενεῖ.
Ἠλέκτρα καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
Χορός πῶς δ’ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
Ἠλέκτρα
124κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,
124a<ἄρηξον,> Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ
125τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,
καὶ Γαῖαν αὐτήν, τὰ πάντα τίκτεται,
θρέψασά τ’ αὖθις τῶνδε κῦμα λαμβάνει·
κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
130λέγω καλοῦσα πατέρ’, “ἐποίκτιρόν τ’ ἐμὲ
φίλον τ’ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις;
πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δ’ ἀντηλλάξατο
Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
135κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων
φεύγων Ὀρέστης ἐστίν, οἱ δ’ ὑπερκόπως
ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
ἐλθεῖν δ’ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·
140αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
μητρὸς γενέσθαι χεῖρά τ’ εὐσεβεστέραν.

ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ’ ἐναντίοις
λέγω φανῆναί σου, πάτερ, τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
145ταῦτ’ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.”

τοιαῖσδ’ ἐπ’ εὐχαῖς τάσδ’ ἐπισπένδω χοάς.
150ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,
παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.



Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 84 Aesch. Cho. 106 (English) >>Aesch. Cho. 152

Powered by PhiloLogic