Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 1021 Aesch. Cho. 1051 (English) >>Aesch. Cho. 1065

1051 Χορός τίνες σε δόξαι, φίλτατ’ ἀνθρώπων πατρί,
στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.
Ὀρέστης οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
Χορός
1055ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
Ὀρέστης ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
Χορός εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼν
1060ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
Ὀρέστης ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ’, ἐγὼ δ’ ὁρῶ·
ἐλαύνομαι δὲ κοὐκέτ’ ἂν μείναιμ’ ἐγὼ.
Χορός ἀλλ’ εὐτυχοίης, καί σ’ ἐποπτεύων πρόφρων
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.


Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 1021 Aesch. Cho. 1051 (English) >>Aesch. Cho. 1065

Powered by PhiloLogic