Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 1018 Aesch. Cho. 1021 (English) >>Aesch. Cho. 1051

1021 Ὀρέστης ἀλλ’, ὡς ἂν εἰδῆτ’, οὐ γὰρ οἶδ’ ὅπη τελεῖ,
ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
ἐξωτέρω· φέρουσι γὰρ νικώμενον
φρένες δύσαρκτοι· πρὸς δὲ καρδίᾳ φόβος
1025ᾄδειν ἕτοιμος ἠδ’ ὑπορχεῖσθαι κότῳ.
ἕως δ’ ἔτ’ ἔμφρων εἰμί, κηρύσσω φίλοις
κτανεῖν τέ φημι μητέρ’ οὐκ ἄνευ δίκης,
πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
1030

τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ’ ἐμοὶ
πράξαντι μὲν ταῦτ’ ἐκτὸς αἰτίας κακῆς
εἶναι, παρέντα δ’οὐκ ἐρῶ τὴν ζημίαν·
τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.

καὶ νῦν ὁρᾶτέ μ’, ὡς παρεσκευασμένος
1035ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι
μεσόμφαλόν θ’ ἵδρυμα, Λοξίου πέδον,
πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
φεύγων τόδ’ αἷμα κοινόν· οὐδ’ ἐφ’ ἑστίαν
ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
1041καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ
1040τάδ’ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω·
ἐγὼ δ’ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.
Χορός ἀλλ’ εὖ γ’ ἔπραξας, μηδ’ ἐπιζευχθῇς στόμα
1045φήμῃ πονηρᾷ μηδ’ ἐπιγλωσσῶ κακά,
ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,
δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
Ὀρέστης , .
δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην
φαιοχίτωνες καὶ πεπλεκτανημέναι
1050πυκνοῖς δράκουσιν· οὐκέτ’ ἂν μείναιμ’ ἐγώ.



Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
<<Aesch. Cho. 1018 Aesch. Cho. 1021 (English) >>Aesch. Cho. 1051

Powered by PhiloLogic