Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 914 Aesch. Ag. 944 (English English(2)) >>Aesch. Ag. 975

944 Ἀγαμέμνων ἀλλ’ εἰ δοκεῖ σοι ταῦθ’, ὑπαί τις ἀρβύλας
945λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.
καὶ τοῖσδέ μ’ ἐμβαίνονθ’ ἁλουργέσιν θεῶν
μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν
φθείροντα πλοῦτον ἀργυρωνήτους θ’ ὑφάς.
950

τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς
τήνδ’ ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς
θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
955ἄνθος, στρατοῦ δώρημ’, ἐμοὶ ξυνέσπετο.

ἐπεὶ δ’ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
εἶμ’ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
Κλυταιμήστρα ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
960κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.
οἶκος δ’ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις
ἔχειν· πένεσθαι δ’ οὐκ ἐπίσταται δόμος.
πολλῶν πατησμὸν δ’ εἱμάτων ἂν ηὐξάμην,
δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,
965ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ.
ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ’ ἐς δόμους,
σκιὰν ὑπερτείνασα σειρίου κυνός.
καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν·
970ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ’ ὄμφακος πικρᾶς
οἶνον, τότ’ ἤδη ψῦχος ἐν δόμοις πέλει,
ἀνδρὸς τελείου δῶμ’ ἐπιστρωφωμένου.
Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει·
μέλοι δέ τοι σοὶ τῶν περ ἂν μέλλῃς τελεῖν.



Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 914 Aesch. Ag. 944 (English English(2)) >>Aesch. Ag. 975

Powered by PhiloLogic