Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 887 Aesch. Ag. 914 (English English(2)) >>Aesch. Ag. 944

914 Ἀγαμέμνων Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
915ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ·
μακρὰν γὰρ ἐξέτεινας· ἀλλ’ ἐναισίμως
αἰνεῖν, παρ’ ἄλλων χρὴ τόδ’ ἔρχεσθαι γέρας·
καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην
920χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,
μηδ’ εἵμασι στρώσασ’ ἐπίφθονον πόρον
τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών·
ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
925λέγω κατ’ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
κληδὼν ἀυτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν
θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
βίον τελευτήσαντ’ ἐν εὐεστοῖ φίλῃ.
930εἰ πάντα δ’ ὣς πράσσοιμ’ ἄν, εὐθαρσὴς ἐγώ.
Κλυταιμήστρα καὶ μὴν τόδ’ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.
Ἀγαμέμνων γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ’ ἐμέ.
Κλυταιμήστρα ηὔξω θεοῖς δείσας ἂν ὧδ’ ἔρδειν τάδε.
Ἀγαμέμνων εἴπερ τις, εἰδώς γ’ εὖ τόδ’ ἐξεῖπον τέλος.
Κλυταιμήστρα
935τί δ’ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ’ ἤνυσεν;
Ἀγαμέμνων ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.
Κλυταιμήστρα μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.
Ἀγαμέμνων φήμη γε μέντοι δημόθρους μέγα σθένει.
Κλυταιμήστρα δ’ ἀφθόνητός γ’ οὐκ ἐπίζηλος πέλει.
Ἀγαμέμνων
940οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.
Κλυταιμήστρα τοῖς δ’ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.
Ἀγαμέμνων καὶ σὺ νίκην τήνδε δήριος τίεις;
Κλυταιμήστρα πιθοῦ· κράτος μέντοι πάρες γ’ ἑκὼν ἐμοί.


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 887 Aesch. Ag. 914 (English English(2)) >>Aesch. Ag. 944

Powered by PhiloLogic