Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 855 Aesch. Ag. 887 (English English(2)) >>Aesch. Ag. 914

887

ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
πηγαὶ κατεσβήκασιν, οὐδ’ ἔνι σταγών.
ἐν ὀψικοίτοις δ’ ὄμμασιν βλάβας ἔχω
890τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας
ἀτημελήτους αἰέν. ἐν δ’ ὀνείρασιν
λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη
ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
895

νῦν ταῦτα πάντα τλᾶσ’ ἀπενθήτῳ φρενὶ
λέγοιμ’ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,
σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,
καὶ γῆν φανεῖσαν ναυτίλοις παρ’ ἐλπίδα,
900κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,
ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος·
τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.
τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.
φθόνος δ’ ἀπέστω· πολλὰ γὰρ τὰ πρὶν κακὰ
905ἠνειχόμεσθα.
νῦν δέ μοι, φίλον κάρα,
ἔκβαιν’ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς
τὸν σὸν πόδ’, ὦναξ, Ἰλίου πορθήτορα.
δμῳαί, τί μέλλεθ’, αἷς ἐπέσταλται τέλος
πέδον κελεύθου στρωννύναι πετάσμασιν;
910εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος
ἐς δῶμ’ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.
τὰ δ’ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη
θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.



Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 855 Aesch. Ag. 887 (English English(2)) >>Aesch. Ag. 914

Powered by PhiloLogic