Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 772 Aesch. Ag. 782 (English English(2)) >>Aesch. Ag. 810

782 Χορός ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθ’,
Ἀτρέως γένεθλον,
785πῶς σε προσείπω; πῶς σε σεβίζω
μήθ’ ὑπεράρας μήθ’ ὑποκάμψας
καιρὸν χάριτος;
πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι

προτίουσι δίκην παραβάντες.
790τῷ δυσπραγοῦντι δ’ ἐπιστενάχειν
πᾶς τις ἕτοιμος· δῆγμα δὲ λύπης
οὐδὲν ἐφ’ ἧπαρ προσικνεῖται·
καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς
ἀγέλαστα πρόσωπα βιαζόμενοι.
795ὅστις δ’ ἀγαθὸς προβατογνώμων,
οὐκ ἔστι λαθεῖν ὄμματα φωτός,
τὰ δοκοῦντ’ εὔφρονος ἐκ διανοίας
ὑδαρεῖ σαίνειν φιλότητι.
σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν
800Ἑλένης ἕνεκ’, οὐ γάρ <σ’> ἐπικεύσω,
κάρτ’ ἀπομούσως ἦσθα γεγραμμένος,
οὐδ’ εὖ πραπίδων οἴακα νέμων
θράσος ἐκ θυσιῶν
ἀνδράσι θνῄσκουσι κομίζων.
805νῦν δ’ οὐκ ἀπ’ ἄκρας φρενὸς οὐδ’ ἀφίλως

807εὔφρων πόνος εὖ τελέσασιν.
γνώσῃ δὲ χρόνῳ διαπευθόμενος
τόν τε δικαίως καὶ τὸν ἀκαίρως πόλιν οἰκουροῦντα πολιτῶν.



Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 772 Aesch. Ag. 782 (English English(2)) >>Aesch. Ag. 810

Powered by PhiloLogic