Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 613 Aesch. Ag. 636 (English English(2)) >>Aesch. Ag. 681

636 Κῆρυξ εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ
γλώσσῃ μιαίνειν· χωρὶς τιμὴ θεῶν.
ὅταν δ’ ἀπευκτὰ πήματ’ ἄγγελος πόλει
στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,
640πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,
πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων
ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,
δίλογχον ἄτην, φοινίαν ξυνωρίδα·
τοιῶνδε μέντοι πημάτων σεσαγμένον
645πρέπει λέγειν παιᾶνα τόνδ’ Ἐρινύων.
σωτηρίων δὲ πραγμάτων εὐάγγελον
ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν,
πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων
χειμῶν’ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν;
650ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν,
πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ’ ἐδειξάτην
φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν.
ἐν νυκτὶ δυσκύμαντα δ’ ὠρώρει κακά.
ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ
655ἤρεικον· αἱ δὲ κεροτυπούμεναι βίᾳ
χειμῶνι τυφῶ σὺν ζάλῃ τ’ ὀμβροκτύπῳ
ᾤχοντ’ ἄφαντοι ποιμένος κακοῦ στρόβῳ.
ἐπεὶ δ’ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,
ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς
660ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ’ ἐρειπίοις.
ἡμᾶς γε μὲν δὴ ναῦν τ’ ἀκήρατον σκάφος
ἤτοι τις ἐξέκλεψεν ’ξῃτήσατο
θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.
τύχη δὲ σωτὴρ ναῦν θέλουσ’ ἐφέζετο,
665ὡς μήτ’ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν
μήτ’ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.
ἔπειτα δ’ Ἅιδην πόντιον πεφευγότες,
λευκὸν κατ’ ἦμαρ, οὐ πεποιθότες τύχῃ,
ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,
670στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.
καὶ νῦν ἐκείνων εἴ τίς ἐστιν ἐμπνέων,
λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή;
ἡμεῖς τ’ ἐκείνους ταὔτ’ ἔχειν δοξάζομεν.
γένοιτο δ’ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν
675πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν.
εἰ γοῦν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ
καὶ ζῶντα καὶ βλέποντα, μηχαναῖς Διός,
οὔπω θέλοντος ἐξαναλῶσαι γένος,
ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
680τοσαῦτ’ ἀκούσας ἴσθι τἀληθῆ κλύων.


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 613 Aesch. Ag. 636 (English English(2)) >>Aesch. Ag. 681

Powered by PhiloLogic