Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 538 Aesch. Ag. 583 (English English(2)) >>Aesch. Ag. 613

583 Χορός νικώμενος λόγοισιν οὐκ ἀναίνομαι·
ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν.
585δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν
εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.
Κλυταιμήστρα ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
ὅτ’ ἦλθ’ πρῶτος νύχιος ἄγγελος πυρός,
φράζων ἅλωσιν Ἰλίου τ’ ἀνάστασιν.
590καί τίς μ’ ἐνίπτων εἶπε, “φρυκτωρῶν δία
πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;
κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.”
λόγοις τοιούτοις πλαγκτὸς οὖσ’ ἐφαινόμην.
ὅμως δ’ ἔθυον, καὶ γυναικείῳ νόμῳ
595ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν
ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις
θυηφάγον κοιμῶντες εὐώδη φλόγα.

καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;
ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.
600ὅπως δ’ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν
σπεύσω πάλιν μολόντα δέξασθαι·—τί γὰρ
γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,
ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ
πύλας ἀνοῖξαι;—ταῦτ’ ἀπάγγειλον πόσει·
605ἥκειν ὅπως τάχιστ’ ἐράσμιον πόλει·
γυναῖκα πιστὴν δ’ ἐν δόμοις εὕροι μολὼν
οἵαν περ οὖν ἔλειπε, δωμάτων κύνα
ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,
καὶ τἄλλ’ ὁμοίαν πάντα, σημαντήριον
610οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.
οὐδ’ οἶδα τέρψιν οὐδ’ ἐπίψογον φάτιν
ἄλλου πρὸς ἀνδρὸς μᾶλλον χαλκοῦ βαφάς.



Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 538 Aesch. Ag. 583 (English English(2)) >>Aesch. Ag. 613

Powered by PhiloLogic