Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 488 Aesch. Ag. 538 (English English(2)) >>Aesch. Ag. 583

538 Χορός κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.
Κῆρυξ χαίρω <γετεθνάναι δ’ οὐκέτ’ ἀντερῶ θεοῖς.
Χορός
540ἔρως πατρῴας τῆσδε γῆς σ’ ἐγύμνασεν;
Κῆρυξ ὥστ’ ἐνδακρύειν γ’ ὄμμασιν χαρᾶς ὕπο.
Χορός τερπνῆς ἄρ’ ἦτε τῆσδ’ ἐπήβολοι νόσου.
Κῆρυξ πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.
Χορός τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.
Κῆρυξ
545ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις;
Χορός ὡς πόλλ’ ἀμαυρᾶς ἐκ φρενός <μ’> ἀναστένειν
Κῆρυξ πόθεν τὸ δύσφρον τοῦτ’ ἐπῆν θυμῷ στύγος;
Χορός πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.
Κῆρυξ καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;
Χορός
550ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.
Κῆρυξ εὖ γὰρ πέπρακται. ταῦτα δ’ ἐν πολλῷ χρόνῳ
τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,
τὰ δ’ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν
ἅπαντ’ ἀπήμων τὸν δι’ αἰῶνος χρόνον;
555μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ’ οὐ
στένοντες, †οὐ λαχόντεςἤματος μέρος;
τὰ δ’ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος·
εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν·
560ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι
δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος
ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.
χειμῶνα δ’ εἰ λέγοι τις οἰωνοκτόνον,
οἷον παρεῖχ’ ἄφερτον Ἰδαία χιών,
565 θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς
κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών
τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·
παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν
τὸ μήποτ’ αὖθις μηδ’ ἀναστῆναι μέλειν.
570τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,
τὸν ζῶντα δ’ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.
ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ
νικᾷ τὸ κέρδος, πῆμα δ’ οὐκ ἀντιρρέπει·
575ὡς κομπάσαι τῷδ’ εἰκὸς ἡλίου φάει
ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις·
Τροίαν ἑλόντες δή ποτ’ Ἀργείων στόλος
θεοῖς λάφυρα ταῦτα τοῖς καθ’ Ἑλλάδα
δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.”
580τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν
καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται
Διὸς τόδ’ ἐκπράξασα.πάντ’ ἔχεις λόγον.


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 488 Aesch. Ag. 538 (English English(2)) >>Aesch. Ag. 583

Powered by PhiloLogic