Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 475 Aesch. Ag. 488 (English English(2)) >>Aesch. Ag. 538

488 Χορός τάχ’ εἰσόμεσθα λαμπάδων φαεσφόρων
490φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,
εἴτ’ οὖν ἀληθεῖς εἴτ’ ὀνειράτων δίκην
τερπνὸν τόδ’ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.
κήρυκ’ ἀπ’ ἀκτῆς τόνδ’ ὁρῶ κατάσκιον
κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις
495πηλοῦ ξύνουρος διψία κόνις τάδε,
ὡς οὔτ’ ἄναυδος οὔτε σοι δαίων φλόγα
ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,
ἀλλ’ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων
τὸν ἀντίον δὲ τοῖσδ’ ἀποστέργω λόγον·
500εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.—
ὅστις τάδ’ ἄλλως τῇδ’ ἐπεύχεται πόλει,
αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.
Κῆρυξ ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,
δεκάτου σε φέγγει τῷδ’ ἀφικόμην ἔτους,
505πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.
οὐ γάρ ποτ’ ηὔχουν τῇδ’ ἐν Ἀργείᾳ χθονὶ
θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.
νῦν χαῖρε μὲν χθών, χαῖρε δ’ ἡλίου φάος,
ὕπατός τε χώρας Ζεύς, Πύθιός τ’ ἄναξ,
510τόξοις ἰάπτων μηκέτ’ εἰς ἡμᾶς βέλη·
ἅλις παρὰ Σκάμανδρον ἦσθ’ ἀνάρσιος·
νῦν δ’ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,
ἄναξ Ἄπολλον. τούς τ’ ἀγωνίους θεοὺς
πάντας προσαυδῶ, τόν τ’ ἐμὸν τιμάορον
515Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,
ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν
στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.
ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,
σεμνοί τε θᾶκοι, δαίμονές τ’ ἀντήλιοι,
520εἴ που πάλαι, φαιδροῖσι τοισίδ’ ὄμμασι
δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.
ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων
καὶ τοῖσδ’ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.
ἀλλ’ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει
525Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.
βωμοὶ δ’ ἄιστοι καὶ θεῶν ἱδρύματα,
καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.
τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον
530ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ
ἥκει, τίεσθαι δ’ ἀξιώτατος βροτῶν
τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις
ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.
ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην
535τοῦ ῥυσίου θ’ ἥμαρτε καὶ πανώλεθρον
αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.
διπλᾶ δ’ ἔτεισαν Πριαμίδαι θἀμάρτια.


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 475 Aesch. Ag. 488 (English English(2)) >>Aesch. Ag. 538

Powered by PhiloLogic