Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 281 Aesch. Ag. 320 (English English(2)) >>Aesch. Ag. 355

Κλυταιμήστρα 320Τροίαν Ἀχαιοὶ τῇδ’ ἔχουσ’ ἐν ἡμέρᾳ.
οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
ὄξος τ’ ἄλειφά τ’ ἐγχέας ταὐτῷ κύτει
διχοστατοῦντ’ ἄν, οὐ φίλω, προσεννέποις.
καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
325φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
παῖδες γερόντων οὐκέτ’ ἐξ ἐλευθέρου
δέρης ἀποιμώζουσι φιλτάτων μόρον·
330τοὺς δ’ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,
ἀλλ’ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
ἐν <δ’> αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν
335ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων
δρόσων τ’ ἀπαλλαγέντες, ὡς δ’ εὐδαίμονες
ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.

εἰ δ’ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς
τοὺς τῆς ἁλούσης γῆς θεῶν θ’ ἱδρύματα,
340οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν.
ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ
πορθεῖν μὴ χρή, κέρδεσιν νικωμένους.
δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας
κάμψαι διαύλου θάτερον κῶλον πάλιν·
345θεοῖς δ’ ἀναμπλάκητος εἰ μόλοι στρατός,
ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων
γένοιτ’ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά.
τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις·
τὸ δ’ εὖ κρατοίη μὴ διχορρόπως ἰδεῖν.
350πολλῶν γὰρ ἐσθλῶν τήνδ’ ὄνησιν εἱλόμην.
Χορός γύναι, κατ’ ἄνδρα σώφρον’ εὐφρόνως λέγεις.
ἐγὼ δ’ ἀκούσας πιστά σου τεκμήρια
θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.



Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 281 Aesch. Ag. 320 (English English(2)) >>Aesch. Ag. 355

Powered by PhiloLogic