Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 258 Aesch. Ag. 281 (English English(2)) >>Aesch. Ag. 320

281 Κλυταιμήστρα Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
φρυκτὸς δὲ φρυκτὸν δεῦρ’ ἀπ’ ἀγγάρου πυρὸς
ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
285Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν

288πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
σέλας παραγγείλασα Μακίστου σκοπαῖς·
290 δ’ οὔτι μέλλων οὐδ’ ἀφρασμόνως ὕπνῳ
νικώμενος παρῆκεν ἀγγέλου μέρος·
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ’ Εὐρίπου ῥοὰς
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
οἱ δ’ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
295γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
σθένουσα λαμπὰς δ’ οὐδέπω μαυρουμένη,
ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
300φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
φρουρὰ πλέον καίουσα τῶν εἰρημένων·
λίμνην δ’ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος·
ὄρος τ’ ἐπ’ Αἰγίπλαγκτον ἐξικνούμενον
ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
305πέμπουσι δ’ ἀνδαίοντες ἀφθόνῳ μένει
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
πορθμοῦ κάτοπτον πρῶν’ ὑπερβάλλειν πρόσω
φλέγουσαν· ἔστ’ ἔσκηψεν εὖτ’ ἀφίκετο
Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·
310κἄπειτ’ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
φάος τόδ’ οὐκ ἄπαππον Ἰδαίου πυρός.
τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
ἄλλος παρ’ ἄλλου διαδοχαῖς πληρούμενοι·
νικᾷ δ’ πρῶτος καὶ τελευταῖος δραμών.
315τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
Χορός θεοῖς μὲν αὖθις, γύναι, προσεύξομαι.
λόγους δ’ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
διηνεκῶς θέλοιμ’ ἂν ὡς λέγοις πάλιν.


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 258 Aesch. Ag. 281 (English English(2)) >>Aesch. Ag. 320

Powered by PhiloLogic