Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 248 Aesch. Ag. 258 (English English(2)) >>Aesch. Ag. 281

258 Χορός ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·
δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
260γυναῖκ’ ἐρημωθέντος ἄρσενος θρόνου.
σὺ δ’ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
κλύοιμ’ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.
Κλυταιμήστρα εὐάγγελος μέν, ὥσπερ παροιμία,
265ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·
Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.
Χορός πῶς φής; πέφευγε τοὔπος ἐξ ἀπιστίας.
Κλυταιμήστρα Τροίαν Ἀχαιῶν οὖσαν· τορῶς λέγω;
Χορός
270χαρά μ’ ὑφέρπει δάκρυον ἐκκαλουμένη.
Κλυταιμήστρα εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.
Χορός τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;
Κλυταιμήστρα ἔστιν· τί δ’ οὐχί; μὴ δολώσαντος θεοῦ.
Χορός πότερα δ’ ὀνείρων φάσματ’ εὐπιθῆ σέβεις;
Κλυταιμήστρα
275οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.
Χορός ἀλλ’ σ’ ἐπίανέν τις ἄπτερος φάτις;
Κλυταιμήστρα παιδὸς νέας ὣς κάρτ’ ἐμωμήσω φρένας.
Χορός ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;
Κλυταιμήστρα τῆς νῦν τεκούσης φῶς τόδ’ εὐφρόνης λέγω.
Χορός
280καὶ τίς τόδ’ ἐξίκοιτ’ ἂν ἀγγέλων τάχος;


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 248 Aesch. Ag. 258 (English English(2)) >>Aesch. Ag. 281

Powered by PhiloLogic