Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 1617 Aesch. Ag. 1649 (English English(2)) >>Aesch. Ag. 1649

1649 Αἴγισθος ἀλλ’ ἐπεὶ δοκεῖς τάδ’ ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα
1650εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.
Χορός εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.
Αἴγισθος ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.
Χορός δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δ’ αἱρούμεθα.
Κλυταιμήστρα μηδαμῶς, φίλτατ’ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.
1655ἀλλὰ καὶ τάδ’ ἐξαμῆσαι πολλά, δύστηνον θέρος.
πημονῆς δ’ ἅλις γ’ ὑπάρχει· μηδὲν αἱματώμεθα.
στείχετ’ αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις τούσδε
πρὶν παθεῖν εἴξαντες ὥρᾳ· χρῆν τάδ’ ὡς ἐπράξαμεν.
εἰ δέ τοι μόχθων γένοιτο τῶνδ’ ἅλις, δεχοίμεθ’ ἄν,
1660δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.
ὧδ’ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.
Αἴγισθος ἀλλὰ τούσδ’ ἐμοὶ ματαίαν γλῶσσαν ὧδ’ ἀπανθίσαι
κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους,
σώφρονος γνώμης θ’ ἁμαρτεῖν τὸν κρατοῦντά <θ’ ὑβρίσαι>.
Χορός
1665οὐκ ἂν Ἀργείων τόδ’ εἴη, φῶτα προσσαίνειν κακόν.
Αἴγισθος ἀλλ’ ἐγώ σ’ ἐν ὑστέραισιν ἡμέραις μέτειμ’ ἔτι.
Χορός οὔκ, ἐὰν δαίμων, Ὀρέστην δεῦρ’ ἀπευθύνῃ μολεῖν.
Αἴγισθος οἶδ’ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.
Χορός πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.
Αἴγισθος
1670ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.
Χορός κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.
Κλυταιμήστρα μὴ προτιμήσῃς ματαίων τῶνδ’ ὑλαγμάτων· <ἐγὼ>
καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων <καλῶς>.


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 1617 Aesch. Ag. 1649 (English English(2)) >>Aesch. Ag. 1649

Powered by PhiloLogic