Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 1577 Aesch. Ag. 1617 (English English(2)) >>Aesch. Ag. 1649

1617 Αἴγισθος σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος
κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;
γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ
1620τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.
δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες
δύαι διδάσκειν ἐξοχώταται φρενῶν
ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;
πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.
Χορός
1625γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένων
οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνων ἅμα
ἀνδρὶ στρατηγῷ τόνδ’ ἐβούλευσας μόρον;
Αἴγισθος καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.
Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.
1630 μὲν γὰρ ἦγε πάντ’ ἀπὸ φθογγῆς χαρᾷ,
σὺ δ’ ἐξορίνας νηπίοις ὑλάγμασιν
ἄξῃ· κρατηθεὶς δ’ ἡμερώτερος φανῇ.
Χορός ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,
ὃς οὐκ, ἐπειδὴ τῷδ’ ἐβούλευσας μόρον,
1635δρᾶσαι τόδ’ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.
Αἴγισθος τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς·
ἐγὼ δ’ ὕποπτος ἐχθρὸς παλαιγενής.
ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι
ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα
1640ζεύξω βαρείαις οὔτι μοι σειραφόρον
κριθῶντα πῶλον· ἀλλ’ δυσφιλὴς σκότῳ
λιμὸς ξύνοικος μαλθακόν σφ’ ἐπόψεται.
Χορός τί δὴ τὸν ἄνδρα τόνδ’ ἀπὸ ψυχῆς κακῆς
οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴ
1645χώρας μίασμα καὶ θεῶν ἐγχωρίων
ἔκτειν’;Ὀρέστης ἆρά που βλέπει φάος,
ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ
ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 1577 Aesch. Ag. 1617 (English English(2)) >>Aesch. Ag. 1649

Powered by PhiloLogic