Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 1346 Aesch. Ag. 1348 (English English(2)) >>Aesch. Ag. 1372

1348ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,
πρὸς δῶμα δεῦρ’ ἀστοῖσι κηρύσσειν βοήν.—
1350ἐμοὶ δ’ ὅπως τάχιστά γ’ ἐμπεσεῖν δοκεῖ
καὶ πρᾶγμ’ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.—
κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν
ψηφίζομαί τι δρᾶν· τὸ μὴ μέλλειν δ’ ἀκμή.—
ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὡς
1355τυραννίδος σημεῖα πράσσοντες πόλει.—
χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος
πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.—
οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.
τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.—
1360κἀγὼ τοιοῦτός εἰμ’, ἐπεὶ δυσμηχανῶ
λόγοισι τὸν θανόντ’ ἀνιστάναι πάλιν.—
καὶ βίον τείνοντες ὧδ’ ὑπείξομεν
δόμων καταισχυντῆρσι τοῖσδ’ ἡγουμένοις;—
ἀλλ’ οὐκ ἀνεκτόν,ἀλλὰ κατθανεῖν κρατεῖ·
1365πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.—
γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων
μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;—
σάφ’ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι·
τὸ γὰρ τοπάζειν τοῦ σάφ’ εἰδέναι δίχα.—
1370ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,
τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ’ ὅπως.


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 1346 Aesch. Ag. 1348 (English English(2)) >>Aesch. Ag. 1372

Powered by PhiloLogic