Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 1242 Aesch. Ag. 1295 (English English(2)) >>Aesch. Ag. 1331

Χορός 1295 πολλὰ μὲν τάλαινα, πολλὰ δ’ αὖ σοφὴ
γύναι, μακρὰν ἔτεινας. εἰ δ’ ἐτητύμως
μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου
βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;
Κασάνδρα οὐκ ἔστ’ ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω.
Χορός
1300 δ’ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται,
Κασάνδρα ἥκει τόδ’ ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.
Χορός ἀλλ’ ἴσθι τλήμων οὖσ’ ἀπ’ εὐτόλμου φρενός.
Κασάνδρα οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.
Χορός ἀλλ’ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.
Κασάνδρα
1305ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.
Χορός τί δ’ ἐστὶ χρῆμα; τίς σ’ ἀποστρέφει φόβος;
Κασάνδρα φεῦ φεῦ.
Χορός τί τοῦτ’ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.
Κασάνδρα φόνον δόμοι πνέουσιν αἱματοσταγῆ,
Χορός
1310καί πῶς;τόδ’ ὄζει θυμάτων ἐφεστίων.
Κασάνδρα ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει,
Χορός οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις.
Κασάνδρα ἀλλ’ εἶμι κἀν δόμοισι κωκύσουσ’ ἐμὴν
Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.
1315ἰὼ ξένοι,
οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ
ἄλλως· θανούσῃ μαρτυρεῖτέ μοι τόδε,
ὅταν γυνὴ γυναικὸς ἀντ’ ἐμοῦ θάνῃ,
ἀνήρ τε δυσδάμαρτος ἀντ’ ἀνδρὸς πέσῃ.
1320ἐπιξενοῦμαι ταῦτα δ’ ὡς θανουμένη.
Χορός τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.
Κασάνδρα ἅπαξ ἔτ’ εἰπεῖν ῥῆσιν οὐ θρῆνον θέλω
ἐμὸν τὸν αὐτῆς. ἡλίῳ δ’ ἐπεύχομαι
πρὸς ὕστατον φῶςτοῖς ἐμοῖς τιμαόροις
1325ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ,†
δούλης θανούσης, εὐμαροῦς χειρώματος.
ἰὼ βρότεια πράγματ’· εὐτυχοῦντα μὲν
σκιά τις ἂν τρέψειεν· εἰ δὲ δυστυχῇ,
βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.
1330καὶ ταῦτ’ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 1242 Aesch. Ag. 1295 (English English(2)) >>Aesch. Ag. 1331

Powered by PhiloLogic