Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 104 Aesch. Ag. 122 (English English(2)) >>Aesch. Ag. 140

122 Χορός κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς
Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
πομπούς τ’ ἀρχάς·
125οὕτω δ’ εἶπε τερᾴζων·
χρόνῳ μὲν ἀγρεῖ
Πριάμου πόλιν ἅδε κέλευθος,
πάντα δὲ πύργων
κτήνη πρόσθε τὰ δημιοπληθῆ
130Μοῖρ’ ἀλαπάξει πρὸς τὸ βίαιον·
οἶον μή τις ἄγα θεόθεν κνεφά-
σῃ προτυπὲν στόμιον μέγα Τροίας
στρατωθέν.οἴκτῳ γὰρ ἐπί-
135φθονος Ἄρτεμις ἁγνὰ
πτανοῖσιν κυσὶ πατρὸς
αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν
στυγεῖ δὲ δεῖπνον αἰετῶν.”
αἴλινον αἴλινον εἰπέ, τὸ δ’ εὖ νικάτω.


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 104 Aesch. Ag. 122 (English English(2)) >>Aesch. Ag. 140

Powered by PhiloLogic