Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 1178 Aesch. Ag. 1202 (English English(2)) >>Aesch. Ag. 1242

1202 Κασάνδρα μάντις μ’ Ἀπόλλων τῷδ’ ἐπέστησεν τέλει.
Χορός
1204μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;
Κασάνδρα
1203προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
Χορός
1205ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.
Κασάνδρα ἀλλ’ ἦν παλαιστὴς κάρτ’ ἐμοὶ πνέων χάριν.
Χορός καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;
Κασάνδρα ξυναινέσασα Λοξίαν ἐψευσάμην.
Χορός ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;
Κασάνδρα
1210ἤδη πολίταις πάντ’ ἐθέσπιζον πάθη.
Χορός πῶς δῆτ’ ἄνατος ἦσθα Λοξίου κότῳ;
Κασάνδρα ἔπειθον οὐδέν’ οὐδέν, ὡς τάδ’ ἤμπλακον.
Χορός ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.
Κασάνδρα ἰοὺ ἰού, κακά.
1215ὑπ’ αὖ με δεινὸς ὀρθομαντείας πόνος
στροβεῖ ταράσσων φροιμίοις <δυσφροιμίοις>.
ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;
παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
1220χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,
σὺν ἐντέροις τε σπλάγχν’, ἐποίκτιστον γέμος,
πρέπουσ’ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ
λέοντ’ ἄναλκιν ἐν λέχει στρωφώμενον
1225οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ
ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·
νεῶν τ’ ἄπαρχος Ἰλίου τ’ ἀναστάτης
οὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς
λείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκην
1230Ἄτης λαθραίου, τεύξεται κακῇ τύχῃ.
τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεὺς
ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος
τύχοιμ’ ἄν; ἀμφίσβαιναν, Σκύλλαν τινὰ
οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,
1235θύουσαν Ἅιδου μητέρ’ ἄσπονδόν τ’ Ἄρη
φίλοις πνέουσαν; ὡς δ’ ἐπωλολύξατο
παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ,
δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
καὶ τῶνδ’ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;
1240τὸ μέλλον ἥξει. καὶ σύ μ’ ἐν τάχει παρὼν
ἄγαν γ’ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 1178 Aesch. Ag. 1202 (English English(2)) >>Aesch. Ag. 1242

Powered by PhiloLogic