Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 1017 Aesch. Ag. 1035 (English English(2)) >>Aesch. Ag. 1072

Κλυταιμήστρα 1035εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω,
ἐπεί σ’ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα
δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας·
ἔκβαιν’ ἀπήνης τῆσδε, μηδ’ ὑπερφρόνει.
1040καὶ παῖδα γάρ τοί φασιν Ἀλκμήνης ποτὲ
πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.
εἰ δ’ οὖν ἀνάγκη τῆσδ’ ἐπιρρέποι τύχης,
ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.
οἳ δ’ οὔποτ’ ἐλπίσαντες ἤμησαν καλῶς,
1045ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.
ἔχεις παρ’ ἡμῶν οἷά περ νομίζεται.
Χορός σοί τοι λέγουσα παύεται σαφῆ λόγον.
ἐντός δ’ ἂν οὖσα μορσίμων ἀγρευμάτων
πείθοι’ ἄν, εἰ πείθοι’· ἀπειθοίης δ’ ἴσως.
Κλυταιμήστρα
1050ἀλλ’ εἴπερ ἐστι μὴ χελιδόνος δίκην
ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.
Χορός ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.
πιθοῦ λιποῦσα τόνδ’ ἁμαξήρη θρόνον.
Κλυταιμήστρα
1055οὔτοι θυραίᾳ τῇδ’ ἐμοὶ σχολὴ πάρα
τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος,
ὡς οὔποτ’ ἐλπίσασι τήνδ’ ἕξειν χάριν.
σὺ δ’ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.
1060εἰ δ’ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον,
σὺ δ’ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.
Χορός ἑρμηνέως ἔοικεν ξένη τοροῦ
δεῖσθαι· τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.
Κλυταιμήστρα μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
1065ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
ἥκει, χαλινὸν δ’ οὐκ ἐπίσταται φέρειν,
πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
οὐ μὴν πλέω ῥίψασ’ ἀτιμασθήσομαι.
Χορός ἐγὼ δ’, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.
1070ἴθ’, τάλαινα, τόνδ’ ἐρημώσασ’ ὄχον,
εἴκουσ’ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
<<Aesch. Ag. 1017 Aesch. Ag. 1035 (English English(2)) >>Aesch. Ag. 1072

Powered by PhiloLogic