Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
Previous Section

Next Section

Ὀρέστης 1<Ἑρμῆ χθόνιε, πατρῷ’ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι ξύμμαχός τ’ αἰτουμένῳ·
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
τύμβου δ’ ἐπ’ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
5κλύειν, ἀκοῦσαι . . .

. . . πλόκαμον Ἰνάχῳ θρεπτήριον.
τὸν δεύτερον δὲ τόνδε πενθητήριον

οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον
οὐδ’ ἐξέτεινα χεῖρ’ ἐπ’ ἐκφορᾷ νεκροῦ.>

10τί χρῆμα λεύσσω; τίς ποθ’ ἥδ’ ὁμήγυρις
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
πατρὶ τὠμῷ τάσδ’ ἐπεικάσας τύχω
15χοὰς φερούσας νερτέροις μειλίγματα;
οὐδέν ποτ’ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
πρέπουσαν. Ζεῦ, δός με τείσασθαι μόρον
πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
20

Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς
μάθω γυναικῶν ἥτις ἥδε προστροπή.

Previous Section

Next Section


Aeschylus, Libation Bearers (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Cho.].
Powered by PhiloLogic