Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
Previous Section

Next Section

Πυθιάς 1πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,
δὴ τὸ μητρὸς δευτέρα τόδ’ ἕζετο
μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ
5λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,
Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,
Φοίβη· δίδωσι δ’ γενέθλιον δόσιν
Φοίβῳ· τὸ Φοίβης δ’ ὄνομ’ ἔχει παρώνυμον.
λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
10κέλσας ἐπ’ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ’ ἕδρας.
πέμπουσι δ’ αὐτὸν καὶ σεβίζουσιν μέγα
κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
ἀνήμερον τιθέντες ἡμερωμένην.
15μολόντα δ’ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,
Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.
τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·
Διὸς προφήτης δ’ ἐστὶ Λοξίας πατρός.
20

τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
Παλλὰς προναία δ’ ἐν λόγοις πρεσβεύεται·
σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·
Βρόμιος ἔχει τὸν χῶρον, οὐδ’ ἀμνημονῶ,
25ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·
Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος
καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
30καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
ἄριστα δοῖεν· κεἰ παρ’ Ἑλλήνων τινές,
ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
δεινὰ λέξαι, δεινὰ δ’ ὀφθαλμοῖς δρακεῖν,
35πάλιν μ’ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
ὡς μήτε σωκεῖν μήτε μ’ ἀκταίνειν βάσιν,
τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν·
δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.

ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·
40ὁρῶ δ’ ἐπ’ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ
ἕδραν ἔχοντα προστρόπαιον, αἵματι
στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
ἔχοντ’ ἐλαίας θ’ ὑψιγέννητον κλάδον,
λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
45ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.

πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος
εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
οὐδ’ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
50εἶδόν ποτ’ ἤδη Φινέως γεγραμμένας
δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν
αὗται, μέλαιναι δ’ ἐς τὸ πᾶν βδελύκτροποι·
ῥέγκουσι δ’ οὐ πλατοῖσι φυσιάμασιν·
ἐκ δ’ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·
55καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
φέρειν δίκαιος οὔτ’ ἐς ἀνθρώπων στέγας.
τὸ φῦλον οὐκ ὄπωπα τῆσδ’ ὁμιλίας
οὐδ’ ἥτις αἶα τοῦτ’ ἐπεύχεται γένος
τρέφουσ’ ἀνατεὶ μὴ μεταστένειν πόνον.
60

τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων
αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
ἰατρόμαντις δ’ ἐστὶ καὶ τερασκόπος
καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
Ἀπόλλων οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ
65ἐγγὺς παρεστὼς καὶ πρόσω δ’ ἀποστατῶν
ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·
ὕπνῳ πεσοῦσαι δ’ αἱ κατάπτυστοι κόραι,
γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται
70θεῶν τις οὐδ’ ἄνθρωπος οὐδὲ θήρ ποτε.
κακῶν δ’ ἕκατι κἀγένοντ’, ἐπεὶ κακὸν
σκότον νέμονται Τάρταρόν θ’ ὑπὸ χθονός,
μισήματ’ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
75ἐλῶσι γάρ σε καὶ δι’ ἠπείρου μακρᾶς
βιβῶντ’ ἀν’ αἰεὶ τὴν πλανοστιβῆ χθόνα
ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.
καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
80ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
ὥστ’ ἐς τὸ πᾶν σε τῶνδ’ ἀπαλλάξαι πόνων·
καὶ γὰρ κτανεῖν σ’ ἔπεισα μητρῷον δέμας.
Ὀρέστης 85ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ’δικεῖν·
ἐπεὶ δ’ ἐπίστᾳ, καὶ τὸ μὴ ’μελεῖν μάθε.
σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.
Ἀπόλλων μέμνησο, μὴ φόβος σε νικάτω φρένας.
σὺ δ’, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,
90Ἑρμῆ, φύλασσε· κάρτα δ’ ὢν ἐπώνυμος
πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
ἱκέτηνσέβει τοι Ζεὺς τόδ’ ἐκνόμων σέβας
ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.
Κλυταιμήστρας Εἴδωλον εὕδοιτ’ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
95ἐγὼ δ’ ὑφ’ ὑμῶν ὧδ’ ἀπητιμασμένη
ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον
ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
αἰσχρῶς δ’ ἀλῶμαι· προυννέπω δ’ ὑμῖν ὅτι
ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·
100παθοῦσα δ’ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,
οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.
εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
105ἐν ἡμέρᾳ δὲ μοῖρ’ ἀπρόσκοπος βροτῶν.

πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
χοάς τ’ ἀοίνους, νηφάλια μειλίγματα,
καὶ νυκτίσεμνα δεῖπν’ ἐπ’ ἐσχάρᾳ πυρὸς
ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
110καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
δ’ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων
ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
ἀκούσαθ’ ὡς ἔλεξα τῆς ἐμῆς περὶ
115ψυχῆς, φρονήσατ’, κατὰ χθονὸς θεαί.
ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.
Χορός (μυγμός.)
Κλυταιμήστρας Εἴδωλον μύζοιτ’ ἄν, ἁνὴρ δ’ οἴχεται φεύγων πρόσω·
φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.
Χορός 120(μυγμός.)
Κλυταιμήστρας Εἴδωλον ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·
φονεὺς δ’ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.
Χορός (ὠγμός.)
Κλυταιμήστρας Εἴδωλον ὤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;
125τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;
Χορός (ὠγμός.)
Κλυταιμήστρας Εἴδωλον ὕπνος πόνος τε κύριοι συνωμόται
δεινῆς δρακαίνης ἐξεκήραναν μένος.
Χορός (μυγμὸς διπλοῦς ὀξύς.)
130λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.
Κλυταιμήστρας Εἴδωλον ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ’ ἅπερ
κύων μέριμναν οὔποτ’ ἐκλείπων πόνου.
τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,
μηδ’ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ’ ὕπνῳ.
135ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν·
τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
σὺ δ’ αἱματηρὸν πνεῦμ’ ἐπουρίσασα τῷ,
ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,
ἕπου, μάραινε δευτέροις διώγμασιν.
Χορός 140ἔγειρ’, ἔγειρε καὶ σὺ τήνδ’, ἐγὼ δὲ σέ.
εὕδεις; ἀνίστω, κἀπολακτίσασ’ ὕπνον,
ἰδώμεθ’ εἴ τι τοῦδε φροιμίου ματᾷ.

Previous Section

Next Section


Aeschylus, Eumenides (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Eum.].
Powered by PhiloLogic