Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
Previous Section

Next Section

Φύλαξ 1θεοὺς μὲν αἰτῶ τῶνδ’ ἀπαλλαγὴν πόνων
φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος
στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,
ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
5καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι
ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν.

καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον,
αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
10ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ
γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
εὖτ’ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ’ ἔχω
εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην
ἐμήν· φόβος γὰρ ἀνθ’ ὕπνου παραστατεῖ,
15τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ·
ὅταν δ’ ἀείδειν μινύρεσθαι δοκῶ,
ὕπνου τόδ’ ἀντίμολπον ἐντέμνων ἄκος,
κλαίω τότ’ οἴκου τοῦδε συμφορὰν στένων
οὐχ ὡς τὰ πρόσθ’ ἄριστα διαπονουμένου.
20νῦν δ’ εὐτυχὴς γένοιτ’ ἀπαλλαγὴ πόνων
εὐαγγέλου φανέντος ὀρφναίου πυρός.

χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον
φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.
25ἰοὺ ἰού.

Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς
εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις
ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι
ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις
30ἑάλωκεν, ὡς φρυκτὸς ἀγγέλλων πρέπει·
αὐτός τ’ ἔγωγε φροίμιον χορεύσομαι.
τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι
τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.

γένοιτο δ’ οὖν μολόντος εὐφιλῆ χέρα
35ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.
τὰ δ’ ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσῃ μέγας
βέβηκεν· οἶκος δ’ αὐτός, εἰ φθογγὴν λάβοι,
σαφέστατ’ ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼ
μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.
Χορός 40δέκατον μὲν ἔτος τόδ’ ἐπεὶ Πριάμου
μέγας ἀντίδικος,
Μενέλαος ἄναξ ἠδ’ Ἀγαμέμνων,
διθρόνου Διόθεν καὶ δισκήπτρου
τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν
45στόλον Ἀργείων χιλιοναύτην,
τῆσδ’ ἀπὸ χώρας

ἦραν, στρατιῶτιν ἀρωγὰν,
μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη
τρόπον αἰγυπιῶν, οἵτ’ ἐκπατίοις
50ἄλγεσι παίδων ὕπατοι λεχέων
στροφοδινοῦνται
πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
δεμνιοτήρη
πόνον ὀρταλίχων ὀλέσαντες·
55ὕπατος δ’ ἀίων τις Ἀπόλλων
Πὰν Ζεὺς οἰωνόθροον
γόον ὀξυβόαν τῶνδε μετοίκων
ὑστερόποινον

πέμπει παραβᾶσιν Ἐρινύν.
60οὕτω δ’ Ἀτρέως παῖδας κρείσσων
ἐπ’ Ἀλεξάνδρῳ πέμπει ξένιος
Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς
πολλὰ παλαίσματα καὶ γυιοβαρῆ
γόνατος κονίαισιν ἐρειδομένου
65διακναιομένης τ’ ἐν προτελείοις
κάμακος θήσων Δαναοῖσι
Τρωσί θ’ ὁμοίως. ἔστι δ’ ὅπη νῦν

ἔστι· τελεῖται δ’ ἐς τὸ πεπρωμένον·
οὔθ’ ὑποκαίων οὔθ’ ὑπολείβων
70οὔτε δακρύων ἀπύρων ἱερῶν

ὀργὰς ἀτενεῖς παραθέλξει.
ἡμεῖς δ’ ἀτίται σαρκὶ παλαιᾷ
τῆς τότ’ ἀρωγῆς ὑπολειφθέντες
μίμνομεν ἰσχὺν
75ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
τε γὰρ νεαρὸς μυελὸς στέρνων
ἐντὸς ἀνᾴσσων
ἰσόπρεσβυς, Ἄρης δ’ οὐκ ἔνι χώρᾳ,
τό θ’ ὑπέργηρων φυλλάδος ἤδη
80κατακαρφομένης τρίποδας μὲν ὁδοὺς
στείχει, παιδὸς δ’ οὐδὲν ἀρείων

ὄναρ ἡμερόφαντον ἀλαίνει.
σὺ δέ, Τυνδάρεω
θύγατερ, βασίλεια Κλυταιμήστρα,
85τί χρέος; τί νέον; τί δ’ ἐπαισθομένη,
τίνος ἀγγελίας

πειθοῖ περίπεμπτα θυοσκεῖς;
πάντων δὲ θεῶν τῶν ἀστυνόμων,
ὑπάτων, χθονίων,
90τῶν τ’ οὐρανίων τῶν τ’ ἀγοραίων,
βωμοὶ δώροισι φλέγονται·
ἄλλη δ’ ἄλλοθεν οὐρανομήκης
λαμπὰς ἀνίσχει,
φαρμασσομένη χρίματος ἁγνοῦ
95μαλακαῖς ἀδόλοισι παρηγορίαις,
πελάνῳ μυχόθεν βασιλείῳ.
τούτων λέξασ’ τι καὶ δυνατὸν
καὶ θέμις αἰνεῖν,
παιών τε γενοῦ τῆσδε μερίμνης,
100 νῦν τοτὲ μὲν κακόφρων τελέθει,
τοτὲ δ’ ἐκ θυσιῶν ἀγανὴ φαίνουσ’
ἐλπὶς ἀμύνει φροντίδ’ ἄπληστον

τῆς θυμοβόρου φρένα λύπης.

Previous Section

Next Section


Aeschylus, Agamemnon (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Ag.].
Powered by PhiloLogic