Pindar, Odes (XML Header) [genre: poetry] [word count] [Pind.].
Previous Section

Isthmian odes Isthmian 1 ΗΡΟΔΟΤῼ ΘΗΒΑΙῼ ΑΡΜΑΤΙ μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα,
πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον
θήσομαι. μή μοι κραναὰ νεμεσάσαι
Δᾶλος, ἐν κέχυμαι.
5τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς;
εἶξον, Ὠπολλωνιάς· ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος,
καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύων
ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις
ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦ
10δειράδ’· ἐπεὶ στεφάνους
ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων,
καλλίνικον πατρίδι κῦδος. ἐν καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν
παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.
ἀλλ’ ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας,
15 ἁνία τ’ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ’ ἐθέλω
Καστορείῳ Ἰολάου ἐναρμόξαι νιν ὕμνῳ.
κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι·
ἔν τ’ ἀέθλοισι θίγον πλείστων ἀγώνων,
καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον
20καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ,
γευόμενοι στεφάνων
νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετὰ
ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τ’ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,
οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς,
25καὶ λιθίνοις ὁπότ’ ἐν δίσκοις ἵεν.
οὐ γὰρ ἦν πεντάθλιον, ἀλλ’ ἐφ’ ἑκάστῳ
ἔργματι κεῖτο τέλος.
τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις
ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρ’ Εὐρώτᾳ πέλας,
30 Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει,
Τυνδαρίδας δ’ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκέων ἕδος.
χαίρετ’. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ
Ὀγχηστίαισίν τ’ ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν
γαρύσομαι τοῦδ’ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν
35Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν,
νιν ἐρειδόμενον ναυαγίαις
ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ
δέξατο συντυχίᾳ·
νῦν δ’ αὖτις ἀρχαίας ἐπέβασε πότμος
40συγγενὴς εὐαμερίας. πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει·
εἰ δ’ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν,
ἀμφότερον δαπάναις τε καὶ πόνοις,
χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον
μὴ φθονεραῖσι φέρειν
45γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ
ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντ’ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.
μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφ’ ἔργμασιν ἀνθρώποις γλυκύς,
μηλοβότᾳ τ’ ἀρότᾳ τ’ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει·
γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·
50ὃς δ’ ἀμφ’ ἀέθλοις πολεμίζων ἄρηται κῦδος ἁβρόν,
εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.
ἄμμι δ’ ἔοικε Κρόνου σεισίχθον’ υἱὸν
γείτον’ ἀμειβομένοις εὐεργέταν
ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι,
55καὶ σέθεν, Ἀμφιτρύων,
παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν
καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις·
Πρωτεσίλα, τὸ τεὸν δ’ ἀνδρῶν Ἀχαιῶν
ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.
60πάντα δ’ ἐξειπεῖν, ὅσ’ ἀγώνιος Ἑρμᾶς
Ἡροδότῳ ἔπορεν
ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων
ὕμνος. μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.
εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντ’ ἀγλααῖς
65Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τ’ ἐξαιρέτοις
Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις
Θήβαισι τεύχοντ’. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,
ἄλλοισι δ’ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.
Isthmian 2 ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ οἱ μὲν πάλαι, Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων
ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι,
ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους,
ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας
5εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.
Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότ’ ἦν οὐδ’ ἐργάτις·
οὐδ’ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας
ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.
νῦν δ’ ἐφίητι <τὸ> τὠργείου φυλάξαι
10ῥῆμ’ ἀλαθείας <ἐτᾶς> ἄγχιστα βαῖνον,
χρήματα, χρήματ’ ἀνήρ,” ὃς φᾶ κτεάνων θ’ ἅμα λειφθεὶς καὶ φίλων.
ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτ’ ἀείδω
Ἰσθμίαν ἵπποισι νίκαν,
τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις,
15Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ
πέμπεν ἀναδεῖσθαι σελίνων,
εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος.
ἐν Κρίσᾳ δ’ εὐρυσθενὴς εἶδ’ Ἀπόλλων νιν πόρε τ’ ἀγλαΐαν
καὶ τόθι· κλειναῖς <δ’> Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς
20 ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη
ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός,
τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμ’ ἁπάσαις ἁνίαις·
ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα
Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον·
25ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ
χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας
γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς
ἄλσος· ἵν’ ἀθανάτοις Αἰνησιδάμου
παῖδες ἐν τιμαῖς ἔμιχθεν.
30καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι
οὔτε κώμων, Θρασύβουλ’, ἐρατῶν,
οὔτε μελικόμπων ἀοιδᾶν.
οὐ γὰρ πάγος, οὐδὲ προσάντης κέλευθος γίνεται,
εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.
35μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ’, ὅσον ὀργὰν
Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν
ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,
ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ·
καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας· οὐδέ ποτε ξενίαν
40 οὖρος ἐμπνεύσαις ὑπέστειλ’ ἱστίον ἀμφὶ τράπεζαν·
ἀλλ’ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις,
ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς.
μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες,
μήτ’ ἀρετάν ποτε σιγάτω πατρῴαν,
45μηδὲ τούσδ’ ὕμνους· ἐπεί τοι
οὐκ ἐλινύσοντας αὐτοὺς εἰργασάμαν.
ταῦτα, Νικάσιππ’, ἀπόνειμον, ὅταν
ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.
Isthmian 3 ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΙΠΠΟΙΣ εἴ τις ἀνδρῶν εὐτυχήσαις σὺν εὐδόξοις ἀέθλοις
σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον,
ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.
Ζεῦ, μεγάλαι δ’ ἀρεταὶ θνατοῖς ἕπονται
5ἐκ σέθεν· ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν
οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.
εὐκλέων δ’ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν,
χρὴ δὲ κωμάζοντ’ ἀγαναῖς χαρίτεσσιν βαστάσαι.
ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ
10μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν
ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος
ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν
ἱπποδρομίᾳ κρατέων. ἀνδρῶν δ’ ἀρετὰν
σύμφυτον οὐ κατελέγχει.
15ἴστε μὰν Κλεωνύμου
δόξαν παλαιὰν ἅρμασιν·
καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.
αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ’ ἄλλοτ’ ἐξάλλαξεν· ἄτρωτοί γε μὰν παῖδες θεῶν.
Isthmian 4 ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος·
Μέλισσ’, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις
ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·
αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ
5σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δ’ ἀλλοῖος οὖρος
πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.
τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται
πρόξενοί τ’ ἀμφικτιόνων κελαδεννᾶς τ’ ὀρφανοὶ
ὕβριος· ὅσσα δ’ ἐπ’ ἀνθρώπους ἄηται
10μαρτύρια φθιμένων ζωῶν τε φωτῶν
ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος· ἀνορέαις δ’ ἐσχάταισιν
οἴκοθεν στάλαισιν ἅπτονθ’ Ἡρακλείαις·
καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.
ἱπποτρόφοι τ’ ἐγένοντο,
15χαλκέῳ τ’ Ἄρει ἅδον.
ἀλλ’ ἁμέρᾳ γὰρ ἐν μιᾷ
17τραχεῖα νιφὰς πολέμοιο τεσσάρων
17bἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν·
18νῦν δ’ αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον
18b χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις
19δαιμόνων βουλαῖς. κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων
20καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων,
τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον
ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν
εὐκλέων ἔργων· ἐν ὕπνῳ γὰρ πέσεν· ἀλλ’ ἀνεγειρομένα χρῶτα λάμπει,
Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις·
25 τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν
ἔν τ’ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν
τοιάδε τῶν τότ’ ἐόντων φύλλ’ ἀοιδᾶν.
οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον
καμπύλον δίφρον, Πανελλάνεσσι δ’ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.
30τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί,
ἔστιν δ’ ἀφάνεια τύχας καὶ μαρναμένων,
πρὶν τέλος ἄκρον ἱκέσθαι·
τῶν τε γὰρ καὶ τῶν διδοῖ·
καὶ κρέσσον’ ἀνδρῶν χειρόνων
35 ἔσφαλε τέχνα καταμάρψαισ’. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ
ἐν νυκτὶ ταμὼν περὶ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδ’ ἔβαν.
ἀλλ’ Ὅμηρός τοι τετίμακεν δι’ ἀνθρώπων, ὃς αὐτοῦ
πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν
θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.
40τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει,
εἴ τις εὖ εἴπῃ τι· καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν
ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.
προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων
καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμ’ ἐπάξιον,
45ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς
θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων
ἐν πόνῳ, μῆτιν δ’ ἀλώπηξ, αἰετοῦ τ’ ἀναπιτναμένα ῥόμβον ἴσχει.
χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.
οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν·
50ἀλλ’ ὀνοτὸς μὲν ἰδέσθαι,
συμπεσεῖν δ’ ἀκμᾷ βαρύς.
καίτοι πότ’ Ἀνταίου δόμους
Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δ’ ἄκαμπτος, προσπαλαίσων ἦλθ’ ἀνὴρ
τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,
55υἱὸς Ἀλκμήνας· ὃς Οὐλυμπόνδ’ ἔβα, γαίας τε πάσας
καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,
ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις.
νῦν δὲ παρ’ Αἰγιόχῳ κάλλιστον ὄλβον
ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τ’ ὀπυίει,
60χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.
τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶ
καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν
ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων,
τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς·
65 τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει
αἰθέρα κνισάεντι λακτίζοισα καπνῷ,
καὶ δεύτερον ἆμαρ ἐτείων τέρμ’ ἀέθλων
γίνεται, ἰσχύος ἔργον.
ἔνθα λευκωθεὶς κάρα
70μύρτοις ὅδ’ ἀνὴρ διπλόαν
νίκαν ἀνεφάνατο παίδων <τε> τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου
γνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.
Isthmian 5 ΦΥΛΑΚΙΔᾼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ μᾶτερ Ἁλίου πολυώνυμε Θεία,
σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν
χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων·
καὶ γὰρ ἐριζόμεναι
5νᾶες ἐν πόντῳ καὶ <ὑφ’> ἅρμασιν ἵπποι
διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται·
ἔν τ’ ἀγωνίοις ἀέθλοισι ποθεινὸν
κλέος ἔπραξεν, ὅντιν’ ἀθρόοι στέφανοι
χερσὶ νικάσαντ’ ἀνέδησαν ἔθειραν
10 ταχυτᾶτι ποδῶν.
κρίνεται δ’ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.
δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ,
εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.
μὴ μάτευε Ζεὺς γενέσθαι· πάντ’ ἔχεις,
15εἴ σε τούτων μοῖρ’ ἐφίκοιτο καλῶν.
θνατὰ θνατοῖσι πρέπει.
τὶν δ’ ἐν Ἰσθμῷ διπλόα θάλλοισ’ ἀρετά,
Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν,
Πυθέᾳ τε παγκρατίου. τὸ δ’ ἐμὸν
20οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται·
σὺν Χάρισιν δ’ ἔμολον Λάμπωνος υἱοῖς
τάνδ’ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται
θεοδότων ἔργων κέλευθον ἂν καθαράν,
μὴ φθόνει κόμπον τὸν ἐοικότ’ ἀοιδᾷ
25κιρνάμεν ἀντὶ πόνων.
καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ
λόγον ἐκέρδαναν, κλέονται δ’ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς
μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς
Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·
30ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς
Οἰνεΐδαι κρατεροί,
ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος
γέρας ἔχει, Περσεὺς δ’ ἐν Ἄργει, Κάστορος δ’ αἰχμὰ Πολυδεύκεος τ’ ἐπ’ Εὐρώτα ῥεέθροις.
ἀλλ’ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ
35Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις
δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι
Ἡρακλῆϊ πρότερον,
καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν·
λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον,
40 καὶ στράταρχον Αἰθιόπων ἄφοβον
Μέμνονα χαλκοάραν· τίς ἄρ’ ἐσλὸν Τήλεφον
τρῶσεν ἑῷ δορὶ Καΐκου παρ’ ὄχθαις;
τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν
διαπρεπέα νᾶσον· τετείχισται δὲ πάλαι
45πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.
πολλὰ μὲν ἀρτιεπὴς
γλῶσσά μοι τοξεύματ’ ἔχει περὶ κείνων
κελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις
ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ
50ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.
ἀλλ’ ὅμως καύχημα κατάβρεχε σιγᾷ·
Ζεὺς τά τε καὶ τὰ νέμει,
Ζεὺς πάντων κύριος. ἐν δ’ ἐρατεινῷ
μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμ’ ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων
55ἀμφ’ ἀέθλοισιν γενεὰν Κλεονίκου
ἐκμαθών· οὔτοι τετύφλωται μακρὸς
μόχθος ἀνδρῶν· οὐδ’ ὁπόσαι δαπάναι
ἐλπίδων ἔκνισ’ ὄπιν.
αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις
60Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι
χερσὶ δεξιόν, νόῳ ἀντίπαλον.
λάμβανέ οἱ στέφανον, φέρε δ’ εὔμαλλον μίτραν,
καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.
Isthmian 6 ΦΥΛΑΚΙΔᾼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου
δεύτερον κρητῆρα Μοισαίων μελέων
κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, Ζεῦ,
τίν γ’ ἄωτον δεξάμενοι στεφάνων,
5νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ
Νηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου
Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον
σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα
σπένδειν μελιφθόγγοις ἀοιδαῖς.
10εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς
καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς,
σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου
βάλλετ’ ἄγκυραν θεότιμος ἐών.
τοίαισιν ὀργαῖς εὔχεται
15ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιὸν
Κλεονίκου παῖς· ἐγὼ δ’ ὑψίθρονον
Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς
ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.
ὔμμε τ’, χρυσάρματοι Αἰακίδαι,
20τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν
τάνδ’ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.
μυρίαι δ’ ἔργων καλῶν τέτμηνθ’ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι,
καὶ πέραν Νείλοιο παγᾶν καὶ δι’ Ὑπερβορέους·
οὐδ’ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,
25ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,
οὐδ’ ἅτις Αἴαντος Τελαμωνιάδα
καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον
ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον,
Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν
30ἐν ναυσὶν Ἀλκμήνας τέκος.
εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων
ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον
Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δ’ οὐ φείσατο
χερσὶν βαρυφθόγγοιο νευρᾶς
35Ἡρακλέης. ἀλλ’ Αἰακίδαν καλέων
ἐς πλόον <κεῖνον> κύρησε δαινυμένων.
τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι
καρτεραίχμαν Ἀμφιτρυωνιάδαν,
ἄνδωκε δ’ αὐτῷ φέρτατος
40οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,
δ’ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους
αὔδασε τοιοῦτον ἔπος· “εἴ ποτ’ ἐμάν, Ζεῦ πάτερ,
θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,
νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις
45λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας
ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι,
τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται
θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτ’ ἐν Νεμέᾳ·
θυμὸς δ’ ἑπέσθω.” ταῦτ’ ἄρα οἱ φαμένῳ πέμψεν θεὸς
50ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δ’ ἔνδον νιν ἔκνιξεν χάρις,
εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ·
ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, Τελαμών·
καί νιν ὄρνιχος φανέντος κέκλε’ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν
ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.”
55ὣς ἆρα εἰπὼν αὐτίκα
ἕζετ’. ἐμοὶ δὲ μακρὸν πάσας <ἀν>αγήσασθ’ ἀρετάς·
Φυλακίδᾳ γὰρ ἦλθον, Μοῖσα, ταμίας
Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπον
εἰρήσεταί που κἀν βραχίστοις.
60ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου
τρεῖς ἀπ’ Ἰσθμοῦ, τὰς δ’ ἀπ’ εὐφύλλου Νεμέας,
ἀγλαοὶ παῖδές τε καὶ μάτρως· ἀνὰ δ’ ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων·
τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων
ἄρδοντι καλλίστᾳ δρόσῳ,
65τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν
θεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέταν
ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτ’ ἔπος,
υἱοῖσί τε φράζων παραινεῖ,
ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων,
70καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,
μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων·
γλῶσσα δ’ οὐκ ἔξω φρενῶν· φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν
Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ’ ἀκόναν.
πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι
75 χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρ’ εὐτειχέσιν Κάδμου πύλαις.
Isthmian 7 ΣΤΡΕΨΙΑΔῌ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ τίνι τῶν πάρος, μάκαιρα Θήβα,
καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν
εὔφρανας; ῥα χαλκοκρότου πάρεδρον
Δαμάτερος ἁνίκ’ εὐρυχαίταν
5ἄντειλας Διόνυσον; χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν,
ὁπότ’ Ἀμφιτρύωνος ἐν θυρέτροις
σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;
ὅτ’ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
ὅτ’ ἀμφ’ Ἰόλαον ἱππόμητιν;
10 Σπαρτῶν ἀκαμαντολογχᾶν; ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν
μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;
Δωρίδ’ ἀποικίαν οὕνεκεν ὀρθῷ
ἔστασας ἐπὶ σφυρῷ
Λακεδαιμονίων, ἕλον δ’ Ἀμύκλας
15Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;
ἀλλὰ παλαιὰ γὰρ
εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
τι μὴ σοφίας ἄωτον ἄκρον
κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.
20κώμαζ’ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ
καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ
νίκαν παγκρατίου· σθένει τ’ ἔκπαγλος ἰδεῖν τε μορφάεις· ἄγει τ’ ἀρετὰν οὐκ αἴσχιον φυᾶς.
φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,
μάτρωΐ θ’ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
25χάλκασπις πότμον μὲν Ἄρης ἔμιξεν,
τιμὰ δ’ ἀγαθοῖσιν ἀντίκειται.
ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,
λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,
ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων
30ζώων τ’ ἀπὸ καὶ θανών.
τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν
αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα
Ἀμφιάρηόν τε,
εὐανθέ’ ἀπέπνευσας ἁλικίαν
35προμάχων ἀν’ ὅμιλον, ἔνθ’ ἄριστοι
ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι
Γαιάοχος εὐδίαν ὄπασσεν
ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. δ’ ἀθανάτων μὴ θρασσέτω φθόνος,
40 τι τερπνὸν ἐφάμερον διώκων
ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον
αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες·
δαίμων δ’ ἄϊσος· τὰ μακρὰ δ’ εἴ τις
παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν· ὅτι πτερόεις ἔρριψε Πάγασος
45δεσπόταν ἐθέλοντ’ ἐς οὐρανοῦ σταθμοὺς
ἐλθεῖν μεθ’ ὁμάγυριν Βελλεροφόνταν
Ζηνός· τὸ δὲ πὰρ δίκαν
γλυκὺ πικροτάτα μένει τελευτά.
ἄμμι δ’, χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,
50τεαῖσιν ἁμίλλαισιν
εὐανθέα καὶ Πυθόϊ στέφανον.
Isthmian 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον
εὔδοξον, νέοι, καμάτων
πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω
κῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ
5 ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθέων λυθέντες
μήτ’ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,
μήτε κάδεα θεράπευε· παυσάμενοι δ’ ἀπρήκτων κακῶν
γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον·
ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς
10τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός,
ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλά
μοι δεῖμα μὲν παροιχόμενον
καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ <σκοπεῖν>
χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπ’ ἀνδράσι κρέμαται,
15 ἑλίσσων βίου πόρον· ἰατὰ δ’ ἔστι βροτοῖς σύν γ’ ἐλευθερίᾳ καὶ τά. χρὴ δ’ ἀγαθὰν ἐλπίδ’ ἀνδρὶ μέλειν· χρὴ δ’ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα
Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,
πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων
ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.
τὰν μὲν παρὰ καλλιρόῳ
20Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα·
σὲ δ’ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν
κοιμᾶτο, δῖον ἔνθα τέκες
Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων· καὶ
δαιμόνεσσι δίκας ἐπείραινε· τοῦ μὲν ἀντίθεοι
25ἀρίστευον υἱέες υἱέων τ’ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντ’ ἀμφέπειν ὅμαδον· σώφρονές τ’ ἐγένοντο πινυτοί τε θυμόν.
ταῦτα καὶ μακάρων ἐμέμναντ’ ἀγοραί,
Ζεὺς ὅτ’ ἀμφὶ Θέτιος ἀγλαός τ’ ἔρισαν Ποσειδᾶν γάμῳ,
ἄλοχον εὐειδέ’ ἐθέλων ἑκάτερος
ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.
30ἀλλ’ οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες,
ἐπεὶ θεσφάτων ἐπάκουσαν· εἶπε δ’
εὔβουλος ἐν μέσοισι Θέμις,
οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν
ποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος
35διώξει χερὶ τριόδοντός τ’ ἀμαιμακέτου, Δί τε μισγομέναν Διὸς παρ’ ἀδελφεοῖσιν.—“ἀλλὰ τὰ μὲν παύσατε· βροτέων δὲ λεχέων τυχοῖσα
υἱὸν εἰσιδέτω θανόντ’ ἐν πολέμῳ,
χεῖρας Ἄρεΐ <τ’> ἐναλίγκιον στεροπαῖσί τ’ ἀκμὰν ποδῶν.
τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον
ὀπάσσαι γέρας Αἰακίδᾳ,
40ὅντ’ εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον·
ἰόντων δ’ ἐς ἄφθιτον ἄντρον εὐθὺς
Χείρωνος αὐτίκ’ ἀγγελίαι·
μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω
ἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν
45 λύοι κεν χαλινὸν ὑφ’ ἥρωϊ παρθενίας.” ὣς φάτο Κρονίδαις ἐννέποισα θεά· τοὶ δ’ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπὸς
οὐ κατέφθινε. φαντὶ γὰρ ξύν’ ἀλέγειν
καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν
στόματ’ ἀπείροισιν ἀρετὰν Ἀχιλέος·
καὶ Μύσιον ἀμπελόεν
50 αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον,
γεφύρωσέ τ’ Ἀτρεΐδαισι νόστον,
Ἑλέναν τ’ ἐλύσατο, Τρωΐας
ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου
ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν
55 ὑπέρθυμον Ἕκτορά τ’ ἄλλους τ’ ἀριστέας· οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.
τὸν μὲν οὐδὲ θανόντ’ ἀοιδαὶ ἔλιπον,
ἀλλά οἱ παρά τε πυρὰν τάφον θ’ Ἑλικώνιαι παρθένοι
στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.
ἔδοξ’ ἆρα τόδ’ ἀθανάτοις,
60ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.
τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε
Μοισαῖον ἅρμα Νικοκλέος
μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος
Δωρίων ἔλαχεν σελίνων· ἐπεὶ περικτίονας
65 ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ· ἁλίκων τῷ τις ἁβρὸν
ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω
μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τ’ ἀγὼν σὺν τύχᾳ
ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν·
τὸν αἰνεῖν ἀγαθῷ παρέχει·
70ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.
Previous Section


Pindar, Odes (XML Header) [genre: poetry] [word count] [Pind.].
Powered by PhiloLogic