Euripides, Andromache (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Eur. Andr.].
Previous Section

Next Section

Ἀνδρομάχη 1Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλις,
ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσῳ χλιδῇ
Πριάμου τύραννον ἑστίαν ἀφικόμην
δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,
5ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ,
νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή·
ἐμοῦ πέφυκεν γενήσεταί ποτε·
ἥτις πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέως
θανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσει
10ῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων,
ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον·
αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων
οἴκων νομισθεῖσ’ Ἑλλάδ’ εἰσαφικόμην
τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας
15δοθεῖσα λείας Τρωϊκῆς ἐξαίρετον.
Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας
σύγχορτα ναίω πεδί’, ἵν’ θαλασσία
Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις
φεύγουσ’ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς
20Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων.
ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,
Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας,
ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.
κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον,
25πλαθεῖσ’ Ἀχιλλέως παιδί, δεσπότῃ δ’ ἐμῷ.

καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως
ἐλπίς μ’ ἀεὶ προσῆγε σωθέντος τέκνου
ἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν δόμον·
ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ
30τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος,
κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.
λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις
τίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην,
αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλω
35τόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ·
ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ ἐδεξάμην,
νῦν δ’ ἐκλέλοιπα· Ζεὺς τάδ’ εἰδείη μέγας,
ὡς οὐχ ἑκοῦσα τῷδ’ ἐκοινώθην λέχει.
ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,
40πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε.
καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼν
ἐπ’ αὐτὸ τοῦτο· δειματουμένη δ’ ἐγὼ
δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον
θάσσω τόδ’ ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν.
45Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως
σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων.

ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ
ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη.
γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάρα
50προσωφελῆσαι, παιδί τ’ οὐδέν ἐστ’, ἀπὼν
Δελφῶν κατ’ αἶαν, ἔνθα Λοξίᾳ δίκην
δίδωσι μανίας, ποτ’ εἰς Πυθὼ μολὼν
ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,
εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος
55θεὸν παράσχοιτ’ εἰς τὸ λοιπὸν εὐμενῆ.
Θεράπαινα δέσποιν’, ἐγώ τοι τοὔνομ’ οὐ φεύγω τόδε
καλεῖν σ’, ἐπείπερ καὶ κατ’ οἶκον ἠξίουν
τὸν σόν, τὸ Τροίας ἡνίκ’ ᾠκοῦμεν πέδον,
εὔνους δὲ καὶ σοὶ ζῶντί τ’ τῷ σῷ πόσει,
60καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους,
φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,
οἴκτῳ δὲ τῷ σῷ· δεινὰ γὰρ βουλεύεται
Μενέλαος εἰς σὲ παῖς θ’, σοι φυλακτέα.
Ἀνδρομάχη φιλτάτη σύνδουλε (σύνδουλος γὰρ εἶ
65τῇ πρόσθ’ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ)
τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ,
κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;
Θεράπαινα τὸν παῖδά σου μέλλουσιν, δύστηνε σύ,
κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου.
73φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο.
Ἀνδρομάχη 70οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;
πόθεν ποτ’; δύστηνος, ὡς ἀπωλόμην.
Θεράπαινα οὐκ οἶδ’, ἐκείνων δ’ ᾐσθόμην ἐγὼ τάδε·
Ἀνδρομάχη 74ἀπωλόμην ἄρ’. τέκνον, κτενοῦσί σε
75δισσοὶ λαβόντες γῦπες· δὲ κεκλημένος
πατὴρ ἔτ’ ἐν Δελφοῖσι τυγχάνει μένων.
Θεράπαινα δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ’ ἂν πράσσειν κακῶς
κείνου παρόντος· νῦν δ’ ἔρημος εἶ φίλων.
Ἀνδρομάχη οὐδ’ ἀμφὶ Πηλέως ἦλθεν ὡς ἥξοι φάτις;
Θεράπαινα 80γέρων ἐκεῖνος ὥστε σ’ ὠφελεῖν παρών.
Ἀνδρομάχη καὶ μὴν ἔπεμψ’ ἐπ’ αὐτὸν οὐχ ἅπαξ μόνον.
Θεράπαινα μῶν οὖν δοκεῖς σου φροντίσαι τιν’ ἀγγέλων;
Ἀνδρομάχη πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν;
Θεράπαινα τί δῆτα φήσω χρόνιος οὖσ’ ἐκ δωμάτων;
Ἀνδρομάχη 85πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ.
Θεράπαινα κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ.
Ἀνδρομάχη ὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς.
Θεράπαινα οὐ δῆτα· μηδὲν τοῦτ’ ὀνειδίσῃς ἐμοί.
ἀλλ’ εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίος
90δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν.
Ἀνδρομάχη χώρει νυν· ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ ἀεὶ
θρήνοισι καὶ γόοισι καὶ δακρύμασι,
πρὸς αἰθέρ’ ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ
γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν
95ἀνὰ στόμ’ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν.
πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν,
πόλιν πατρῴαν τὸν θανόντα θ’ Ἕκτορα
στερρόν τε τὸν ἐμὸν δαίμον’ συνεζύγην
δούλειον ἦμαρ εἰσπεσοῦσ’ ἀναξίως.
100χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν,
πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς
ὅπως περάσας ἡμέραν ἥξει κάτω.
Ἀνδρομάχη Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄταν

ἀγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν.
105ἇς ἕνεκ’, Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον

εἷλέ σ’ χιλιόναυς Ἑλλάδος ὀξὺς Ἄρης
καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη

εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος·
αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας,
110

δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ.
πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπον

ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.
ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι

Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα
115πρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα

τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.

Previous Section

Next Section


Euripides, Andromache (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Eur. Andr.].
Powered by PhiloLogic