Euripides, Alcestis (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Eur. Alc.].
Previous Section

Next Section

Χορός καὶ μὴν ὅδ’, ὡς ἔοικεν, Ἀλκμήνης γόνος,
Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.
Ἡρακλῆς φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως,
Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν
1010σιγῶντ’. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν
ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος·
σὺ δ’ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν
γυναικός, ἀλλά μ’ ἐξένιζες ἐν δόμοις,
ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.
1015κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην
σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.
καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε·
οὐ μήν σε λυπεῖν <γ’> ἐν κακοῖσι βούλομαι.

ὧν δ’ οὕνεχ’ ἥκω δεῦρ’ ὑποστρέψας πάλιν
1020λέξω· γυναῖκα τήνδε μοι σῶσον λαβών,
ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγων
ἔλθω, τύραννον Βιστόνων κατακτανών.
πράξας δ’ μὴ τύχοιμι (νοστήσαιμι γάρ)
δίδωμι τήνδε σοῖσι προσπολεῖν δόμοις.
1025πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς·
ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς
τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον,
ὅθεν κομίζω τήνδε νικητήρια
λαβών. τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν
1030ἵππους ἄγεσθαι, τοῖσι δ’ αὖ τὰ μείζονα
νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια·
γυνὴ δ’ ἐπ’ αὐτοῖς εἵπετ’· ἐντυχόντι δὲ
αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’ εὐκλεές.
ἀλλ’, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή·
1035οὐ γὰρ κλοπαίαν ἀλλὰ σὺν πόνῳ λαβὼν
ἥκω· χρόνῳ δὲ καὶ σύ μ’ αἰνέσεις ἴσως.
Ἄδμητος οὔτοι σ’ ἀτίζων οὐδ’ ἐν ἐχθροῖσιν τιθεὶς
ἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίου τύχας.
ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον,
1040εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου·
ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν.

γυναῖκα δ’, εἴ πως ἔστιν, αἰτοῦμαί σ’, ἄναξ,
ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼ
σῴζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι
1045ξένοι Φεραίων· μή μ’ ἀναμνήσῃς κακῶν.
οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασιν
ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον
προσθῇς· ἅλις γὰρ συμφορᾷ βαρύνομαι.
ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή;
1050νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει.
πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην;
καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη
ἔσται; τὸν ἡβῶνθ’, Ἡράκλεις, οὐ ῥᾴδιον
εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.
1055 τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω;
καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει;
διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν,
μή τίς μ’ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν
προδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας,
1060καὶ τῆς θανούσης (ἀξία δέ μοι σέβειν)
πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δ’, γύναι,
ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχουσ’ Ἀλκήστιδι
μορφῆς μέτρ’ ἴσθι, καὶ προσήϊξαι δέμας.
οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων
1065γυναῖκα τήνδε, μή μ’ ἕλῃς ᾑρημένον.
δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶν
ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτων
πηγαὶ κατερρώγασιν· τλήμων ἐγώ,
ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.
Χορός 1070ἐγὼ μὲν οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν τύχην·
χρὴ δ’, ἥτις ἐστί, καρτερεῖν θεοῦ δόσιν.
Ἡρακλῆς εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν
ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων
γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.
Ἄδμητος 1075σάφ’ οἶδα βούλεσθαί σ’ ἄν. ἀλλὰ ποῦ τόδε;
οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.
Ἡρακλῆς μή νυν ὑπέρβαλλ’ ἀλλ’ ἐναισίμως φέρε.
Ἄδμητος ῥᾷον παραινεῖν παθόντα καρτερεῖν.
Ἡρακλῆς τί δ’ ἂν προκόπτοις, εἰ θέλεις ἀεὶ στένειν;
Ἄδμητος 1080ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.
Ἡρακλῆς τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ.
Ἄδμητος ἀπώλεσέν με κἄτι μᾶλλον λέγω.
Ἡρακλῆς γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ;
Ἄδμητος ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίῳ.
Ἡρακλῆς 1085χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει, κακόν.
Ἄδμητος χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν.
Ἡρακλῆς γυνή σε παύσει καὶ νέοι γάμοι πόθου.
Ἄδμητος σίγησον· οἷον εἶπας. οὐκ ἂν ᾠόμην.
Ἡρακλῆς τί δ’; οὐ γαμεῖς γὰρ ἀλλὰ χηρεύσῃ λέχος;
Ἄδμητος 1090οὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται.
Ἡρακλῆς μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾷς;
Ἄδμητος κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών.
Ἡρακλῆς αἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις.
Ἄδμητος ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν.
Ἡρακλῆς 1095ἐπῄνεσ’ ἀλόχῳ πιστὸς οὕνεκ’ εἶ φίλος.
Ἄδμητος θάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.
Ἡρακλῆς δέχου νυν εἴσω τήνδε γενναίων δόμων.
Ἄδμητος μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός.
Ἡρακλῆς καὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε.
Ἄδμητος 1100καὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι.
Ἡρακλῆς πιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις.
Ἄδμητος φεῦ.
εἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ ’λαβές ποτε.
Ἡρακλῆς νικῶντι μέντοι καὶ σὺ συννικᾷς ἐμοί.
Ἄδμητος καλῶς ἔλεξας· γυνὴ δ’ ἀπελθέτω.
Ἡρακλῆς 1105ἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει.
Ἄδμητος χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.
Ἡρακλῆς εἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν.
Ἄδμητος νίκα νυν· οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.
Ἡρακλῆς ἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον.
Ἄδμητος 1110κομίζετ’, εἰ χρὴ τήνδε δέξασθαι δόμοις.
Ἡρακλῆς οὐκ ἂν μεθείην τὴν γυναῖκα προσπόλοις.
Ἄδμητος σὺ δ’ αὐτὸς αὐτὴν εἴσαγ’, εἰ δοκεῖ, δόμους.
Ἡρακλῆς ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.
Ἄδμητος οὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα.
Ἡρακλῆς 1115τῇ σῇ πέποιθα χειρὶ δεξιᾷ μόνῃ.
Ἄδμητος ἄναξ, βιάζῃ μ’ οὐ θέλοντα δρᾶν τάδε.
Ἡρακλῆς τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
Ἄδμητος καὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν.
Ἡρακλῆς ἔχεις;
Ἄδμητος ἔχω, ναί.
Ἡρακλῆς σῷζέ νυν, καὶ τὸν Διὸς
1120φήσεις ποτ’ εἶναι παῖδα γενναῖον ξένον.
βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπειν
γυναικί· λύπης δ’ εὐτυχῶν μεθίστασο.
Ἄδμητος θεοί, τί λέξω; θαῦμ’ ἀνέλπιστον τόδε·
γυναῖκα λεύσσω τήνδ’ ἐμὴν ἐτητύμως,
1125 κέρτομός μ’ ἐκ θεοῦ τις ἐκπλήσσει χαρά;
Ἡρακλῆς οὐκ ἔστιν ἄλλη· τήνδ’ ὁρᾷς δάμαρτα σήν.
Ἄδμητος ὅρα δὲ μή τι φάσμα νερτέρων τόδ’ .
Ἡρακλῆς οὐ ψυχαγωγὸν τόνδ’ ἐποιήσω ξένον.
Ἄδμητος ἀλλ’ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ ἐμήν;
Ἡρακλῆς 1130σάφ’ ἴσθ’· ἀπιστεῖν δ’ οὔ σε θαυμάζω τύχῃ.
Ἄδμητος θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ ἐμήν;
Ἡρακλῆς πρόσειπ’· ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες.
Ἄδμητος φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας,
ἔχω σ’ ἀέλπτως, οὔποτ’ ὄψεσθαι δοκῶν.
Ἡρακλῆς 1135ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν.
Ἄδμητος τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον,
εὐδαιμονοίης καί σ’ φιτύσας πατὴρ
σῴζοι· σὺ γὰρ δὴ τἄμ’ ἀνώρθωσας μόνος.
πῶς τήνδ’ ἔπεμψας νέρθεν ἐς φάος τόδε;
Ἡρακλῆς 1140μάχην συνάψας δαιμόνων τῷ κυρίῳ.
Ἄδμητος ποῦ τόνδε Θανάτῳ φῂς ἀγῶνα συμβαλεῖν;
Ἡρακλῆς τύμβον παρ’ αὐτόν, ἐκ λόχου μάρψας χεροῖν.
Ἄδμητος τί γάρ ποθ’ ἥδ’ ἄναυδος ἕστηκεν γυνή;
Ἡρακλῆς οὔπω θέμις σοι τῆσδε προσφωνημάτων
1145κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις
ἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος.
ἀλλ’ εἴσαγ’ εἴσω τήνδε· καὶ δίκαιος ὢν
τὸ λοιπόν, Ἄδμητ’, εὐσέβει περὶ ξένους.
καὶ χαῖρ’· ἐγὼ δὲ τὸν προκείμενον πόνον
1150Σθενέλου τυράννῳ παιδὶ πορσυνῶ μολών.
Ἄδμητος μεῖνον παρ’ ἡμῖν καὶ ξυνέστιος γενοῦ.
Ἡρακλῆς αὖθις τόδ’ ἔσται, νῦν δ’ ἐπείγεσθαί με δεῖ.
Ἄδμητος ἀλλ’ εὐτυχοίης, νόστιμον δ’ ἔλθοις δρόμον.
ἀστοῖς δὲ πάσῃ τ’ ἐννέπω τετραρχίᾳ
1155χοροὺς ἐπ’ ἐσθλαῖς συμφοραῖσιν ἱστάναι
βωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς.
νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον
τοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.
Χορός πολλαὶ μορφαὶ τῶν δαιμονίων,
1160πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,
τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.

Previous Section

Next Section


Euripides, Alcestis (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Eur. Alc.].
Powered by PhiloLogic