Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
Previous Section

Next Section

Κράτος 1Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν.
Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
5ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοι
ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
10ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
Ἥφαιστος Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·
ἐγὼ δ’ ἄτολμός εἰμι συγγενῆ θεὸν
15δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.
πάντως δ’ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·
ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.

τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
ἄκοντά σ’ ἄκων δυσλύτοις χαλκεύμασι
20προσπασσαλεύσω τῷδ’ ἀπανθρώπῳ πάγῳ
ἵν’ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
ὄψει, σταθευτὸς δ’ ἡλίου φοίβῃ φλογὶ
χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι
ποικιλείμων νὺξ ἀποκρύψει φάος,
25πάχνην θ’ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·
ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
τρύσει σ’· λωφήσων γὰρ οὐ πέφυκέ πω.

τοιαῦτ’ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
30βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
ἀνθ’ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·
πολλοὺς δ’ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες.
35ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
Κράτος εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;
τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
Ἥφαιστος τὸ συγγενές τοι δεινὸν θ’ ὁμιλία.
Κράτος 40σύμφημ’· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων
οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;
Ἥφαιστος αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
Κράτος ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ
τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
Ἥφαιστος 45 πολλὰ μισηθεῖσα χειρωναξία.
Κράτος τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
Ἥφαιστος ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
Κράτος ἅπαντ’ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν·
50ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
Ἥφαιστος ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
Κράτος οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,
ὡς μή σ’ ἐλινύοντα προσδερχθῇ πατήρ;
Ἥφαιστος καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.
Κράτος 55βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.
Ἥφαιστος περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.
Κράτος ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.
Ἥφαιστος 60ἄραρεν ἥδε γ’ ὠλένη δυσεκλύτως.
Κράτος καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα
μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.
Ἥφαιστος πλὴν τοῦδ’ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.
Κράτος ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
65στέρνων διαμπὰξ πασσάλευ’ ἐρρωμένως.
Ἥφαιστος αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων.
Κράτος σὺ δ’ αὖ κατοκνεῖς τῶν Διός τ’ ἐχθρῶν ὕπερ
στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
Ἥφαιστος ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.
Κράτος 70ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.
ἀλλ’ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
Ἥφαιστος δρᾶν ταῦτ’ ἀνάγκη, μηδὲν ἐγκέλευ’ ἄγαν.
Κράτος μὴν κελεύσω κἀπιθωύξω γε πρός.
χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
Ἥφαιστος 75καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.
Κράτος ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας·
ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.
Ἥφαιστος ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
Κράτος σὺ μαλθακίζου, τὴν δ’ ἐμὴν αὐθαδίαν
80ὀργῆς τε τραχύτητα μὴ ’πίπλησσέ μοι.
Ἥφαιστος στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρ’ ἔχει.
Κράτος ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
συλῶν ἐφημέροισι προστίθει. τί σοι
οἷοί τε θνητοὶ τῶνδ’ ἀπαντλῆσαι πόνων;
85ψευδωνύμως σε δαίμονες Προμηθέα
καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως,
ὅτῳ τρόπῳ τῆσδ’ ἐκκυλισθήσῃ τέχνης.
Προμηθεύς δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων
90ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,
καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ.
ἴδεσθέ μ’ οἷα πρὸς θεῶν πάσχω θεός.
δέρχθηθ’ οἵαις αἰκείαισιν
διακναιόμενος τὸν μυριετῆ
Προμηθεύς 95χρόνον ἀθλεύσω.
τοιόνδ’ νέος ταγὸς μακάρων
ἐξηῦρ’ ἐπ’ ἐμοὶ δεσμὸν ἀεικῆ.
φεῦ φεῦ, τὸ παρὸν τό τ’ ἐπερχόμενον
πῆμα στενάχω, πῇ ποτε μόχθων
100χρὴ τέρματα τῶνδ’ ἐπιτεῖλαι.
καίτοι τί φημι; πάντα προυξεπίσταμαι
σκεθρῶς τὰ μέλλοντ’, οὐδέ μοι ποταίνιον
πῆμ’ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ
αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ’ ὅτι
105τὸ τῆς ἀνάγκης ἔστ’ ἀδήριτον σθένος.
ἀλλ’ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
οἷόν τέ μοι τάσδ’ ἐστί. θνητοῖς γὰρ γέρα
πορὼν ἀνάγκαις ταῖσδ’ ἐνέζευγμαι τάλας.
ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
110πηγὴν κλοπαίαν, διδάσκαλος τέχνης
πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω
ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.
Προμηθεύς ἔα ἔα.
115τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ’ ἀφεγγής,
θεόσυτος, βρότειος, κεκραμένη;
ἵκετο τερμόνιον ἐπὶ πάγον
πόνων ἐμῶν θεωρός, τί δὴ θέλων;
ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν
120τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς
Προμηθεύς δι’ ἀπεχθείας ἐλθόνθ’ ὁπόσοι
τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
διὰ τὴν λίαν φιλότητα βροτῶν.
φεῦ φεῦ, τί ποτ’ αὖ κινάθισμα κλύω
125πέλας οἰωνῶν; αἰθὴρ δ’ ἐλαφραῖς
πτερύγων ῥιπαῖς ὑποσυρίζει.
πᾶν μοι φοβερὸν τὸ προσέρπον.

Previous Section

Next Section


Aeschylus, Prometheus Bound (XML Header) [genre: poetry; drama; tragedy; suspect] [word count] [Aesch. PV].
Powered by PhiloLogic