Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
Previous Section

Next Section

Χορός 1Τάδε μὲν Περσῶν τῶν οἰχομένων
Ἑλλάδ’ ἐς αἶαν πιστὰ καλεῖται,
καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων
ἑδράνων φύλακες, κατὰ πρεσβείαν
5οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς
Δαρειογενὴς
εἵλετο χώρας ἐφορεύειν.
ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
καὶ πολυχρύσου στρατιᾶς ἤδη
10κακόμαντις ἄγαν ὀρσολοπεῖται
θυμὸς ἔσωθεν.
πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς
ᾤχωκε, νέον δ’ ἄνδρα βαΰζει,
κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς
15ἄστυ τὸ Περσῶν ἀφικνεῖται·
οἵτε τὸ Σούσων ἠδ’ Ἀγβατάνων
καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος
προλιπόντες ἔβαν, τοὶ μὲν ἐφ’ ἵππων.
τοὶ δ’ ἐπὶ ναῶν, πεζοί τε βάδην
20πολέμου στῖφος παρέχοντες·
οἷος Ἀμίστρης ἠδ’ Ἀρταφρένης
καὶ Μεγαβάτης ἠδ’ Ἀστάσπης,
ταγοὶ Περσῶν,
βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
25σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,
τοξοδάμαντές τ’ ἠδ’ ἱπποβάται,
φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην
ψυχῆς εὐτλήμονι δόξῃ·
Ἀρτεμβάρης θ’ ἱππιοχάρμης
30καὶ Μασίστρης, τε τοξοδάμας
ἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θ’,
ἵππων τ’ ἐλατὴρ Σοσθάνης.
ἄλλους δ’ μέγας καὶ πολυθρέμμων
Νεῖλος ἔπεμψεν· Σουσισκάνης,
35Πηγασταγὼν Αἰγυπτογενής,
τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
μέγας Ἀρσάμης, τάς τ’ ὠγυγίους
Θήβας ἐφέπων Ἀριόμαρδος,
καὶ ἑλειοβάται ναῶν ἐρέται
40δεινοὶ πλῆθός τ’ ἀνάριθμοι.
ἁβροδιαίτων δ’ ἕπεται Λυδῶν
ὄχλος, οἵ τ’ ἐπίπαν ἠπειρογενὲς
κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς
Ἀρκτεύς τ’ ἀγαθός, βασιλῆς δίοποι,
45καὶ πολύχρυσοι Σάρδεις ἐπόχους
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
δίρρυμά τε καὶ τρίρρυμα τέλη,
φοβερὰν ὄψιν προσιδέσθαι.
στεῦται δ’ ἱεροῦ Τμώλου πελάται
50ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,
Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,
καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δ’
πολύχρυσος πάμμικτον ὄχλον
πέμπει σύρδην, ναῶν τ’ ἐπόχους
55καὶ τοξουλκῷ λήματι πιστούς·
τὸ μαχαιροφόρον τ’ ἔθνος ἐκ πάσης
Ἀσίας ἕπεται
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
τοιόνδ’ ἄνθος Περσίδος αἴας
60οἴχεται ἀνδρῶν,
οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις
θρέψασα πόθῳ στένεται μαλερῷ,
τοκέες τ’ ἄλοχοί θ’ ἡμερολεγδὸν
τείνοντα χρόνον τρομέονται.
Previous Section

Next Section


Aeschylus, Persians (XML Header) [genre: poetry; drama; tragedy] [word count] [Aesch. Pers.].
Powered by PhiloLogic